Ancient Greek
Πῶς δεῖ ἱστορίαν συγγράφειν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 32-4
Not analysed yet
ἀμέσων*] τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὡς ἄρτιον καὶ περιττόν, ζωὴ καὶ θάνατος, φῶς καὶ σκότος, τὰ δὲ ἔμμεσα καὶ τούτων τὰ μὲν ἓν ἔχουσι τὸ μέρος ὡς δίκαιον καὶ ἄδικον —τούτων γὰρ μέσον τὸ μηδέτερον —,τὰ δὲ πλείονα ἔχουσι τὰ μεταξὺ ὡς λευκὸν καὶ μέλαν —τούτων γὰρ μέσα πολλά, φαιόν, ὠχρόν, πυρρόν, ξανθόν, κυανοῦν. ~Δ —]ἄμεσον· εἰ μὴ θνητόν, πάντως ἀθάνατον. ἔμμεσον· εἰ μὴ λευκόν, οὐ πάντως μέλαν, ἀλλ’ ἢ φαιὸν ἢ ἐρυθρὸν ἢ κιρρὸν ἤ τι τοιοῦτον. ~Δ