Ancient Greek
Συμπόσιον ἢ Λαπίθαι.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 34-2
Not analysed yet
ἐν* ὅσῳ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. καὶ τούτων, ὦ Λουκιανέ, εὐφυῶς καθήψω καὶ τὴν ἀλήθειαν τῶν τοῖς σοφοῖς προσηκόντων† ἀρετῶν δηλαδὴ σαφῶς εἴρηκας αὐτό που τὸ ὂν ἀριδήλως ἐξειπών. ~Δ γέλωτα —ὀφλισκάνοντας: οὐ πάντων τοῦτο τῶν μανθανόντων ἐστίν, ἀλλὰ τῶν μὴ κεκριμένως καὶ προσεχόντως φιλοσοφούντων· περὶ ὧν καὶ Ἀριστοτέλης φησίν, ὅτι τὸν μὲν θύραθεν νοῦν προσεκτήσαντο, τὸν δὲ ἴδιον ἀπώλεσαν. ~ΔVΟΩ εἰσῄει κτλ.] ὡραῖον. ~Γ ἀτενές*] συνεχές. ~V