# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 35-48

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), 35 to 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/35

μῆλον* κτλ.] ἐν τῷ γάμῳ τοῦ Πηλέως καὶ τῆς Θέτιδος ἡ Ἔρις μὴ κληθεῖσα ἔρριψε μῆλον ἐν τῷ ἀρίστῳ, ἐν ᾧ ἔγραφε τῇ καλῇ τὸ μῆλον. ἠμφισβήτησαν περὶ τούτου Ἀφροδίτη, Ἥρα καὶ Ἀθηνᾶ καὶ ἐκρίθησαν παρὰ τῷ Πάριδι. προκριθεῖσα δ’ ἡ Ἀφροδίτη ἐχαρίσατο τῷ Πάριδι ἀντὶ τούτου τὴν Ἑλένην, δι’ ἧς ὁ Τρωικὸς γέγονε πόλεμος. ~ ΓVΟΩΔ ἀπορρίπτειν αὐτὰ ἐς τὸ ἔδαφος] Πίνδαρος [Nem. 9, 49] θαρσαλέα παρὰ κρητῆρι φωνὰ γίνεται. ~ ΓΟΩ ἄριστον — παιδεραστεῖν] ὑμῖν ἄριστον τοῦτο δαιμόνων φίλοις, ἡμῖν δὲ φευκτὸν τοῖς λατρευταῖς τοῦ λόγου. ~ Ο — ]τὸ παιδεραστεῖν σοὶ καλόν, παιδοφθόρε, ἐμοὶ δ’ αἰσχρὸν καὶ πᾶσιν, οἷς ἐστι φόβος θεοῦ. ~ Ω ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον* κτλ.] ποῦ κεῖται ὁ ζῆλος ἐπὶ τοῦ γυναικὸς ἐρᾶν; ἐζήτησεν ὁ Διονυσόδωρος. λέγουσι γὰρ τίθεσθαι τὴν λέξιν ἐπὶ τοῦ μακαρίζειν καὶ ἐπὶ τοῦ φθονεῖν, οὕτω δ’ ἦν ἐπὶ τοῦ ζηλοτυπεῖν, τουτέστι περὶ γυναῖκας μαίνεσθαι· Λυσίας ἐν τῷ Κατὰ Πανταλέοντος [fg. 210]. ~ ΓVΜΟΩΔ ἡ οἴη κτλ.] τὰ ἐλεγεῖα χωλά. ~ Γ — ] ὅλα τὰ ἐλεγεῖα χωλά, καὶ τούτου χάριν εἶπεν ἐπ’ αὐτοῖς κινηθῆναι γέλωτα, ἐξεπίτηδες καὶ τοῦτο Λουκιανοῦ ποιήσαντος πρὸς πλείονα ὕβριν τοῦ συμποσίου. ~ VΟΩΔ. Addit Δ: καὶ κωμῳδίαν τῶν ἑστιωμένων, ὡς ὁ λόγος δεδήλωκεν ἐκ τῶν παρ’ αὐτῶν λεχθέντων καὶ πραχθέντων. ~ Πατρόκλου νεκρόν*] ὁ γὰρ Ὅμηρος [Ρ 61 sq.] μεγάλην λέγει κινηθῆναι μάχην μεταξὺ Ἑλλήνων καὶ Τρώων ἐπὶ τῷ τοῦ Πατρόκλου σώματι. ~ VΟΩΔ πιμελεστέρα*] λιπαρωτέρα. ~ VΔ χρηστῷ*] ἀγαθῷ, ἀντὶ τοῦ μεγάλῳ. ~ ΓVΟ Λαπίθας*] εἷς τῶν Λαπιθῶν γάμον ἐπιτελῶν ἐκάλεσέ τινας τῶν Λαπιθῶν καί τινας τῶν Κενταύρων. Εὐρυτίων δὲ εἷς τῶν Κενταύρων μεθυσθεὶς τὴν νύμφην ἠβουλήθη βιάσασθαι. κρατήσαντες οὖν οἱ Λαπίθαι τὸν Εὐρυτίωνα τὴν ῥῖνα αὐτοῦ ἀπέτεμον καὶ τὰ ὦτα, καὶ ἐκ τούτου συνεκροτήθη Λαπίθαις καὶ Κενταύροις ὁ πόλεμος. ~ ΓVΟΩΔ κηδεμονικῶς* κτλ. ] κηδόμενος καὶ φροντίζων, ἵνα μὴ ἀπόληται. ~ ΔVΟΩ πονήρως*] ἀντὶ τοῦ βαρέως. ~ VMΟΔ ταινίαις*] στεφάνοις ἤτοι φασκίαις. ~ VΟUΩΔ ἀέλπτως*] ἀνελπίστως. ~ Δ κραίνουσι*] τελειοῦσι. ~ Δ θεοί*] πλούσιοι. ~ Δ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
