Ancient Greek
Ἔρωτες.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 36-3
Not analysed yet
ἅ γὰρ ἐκ λογισμοῦ κτλ.] σημείωσαι. ~Γ βεβαιοτάτους* ἐρώτων —τοὺς ἄρρενας] εἰ πάντα πρός τι τέλος ἡ φύσις ἀφωρίσατο, ὁδὸν δὲ τὴν ἡδονὴν ἐπενόησε πρὸς τὸ τέλος, εἰπέ μοι, κατάρατε, τί πλέον ἡδονῆς ἡ ἀρρενοφθορία ἐπαγγέλλεται, ὡς ἡ τῶν γυναικῶν μῖξις παιδοποιίαν, ἡ τῶν βρωμάτων ποικιλία τὴν σωματικὴν σύστασιν, ἡ τῶν ἱματίων τὴν ἀπὸ τῆς θάλψεως τῷ ζῴῳ συντήρησιν καὶ ἐπὶ πάντων ὡσαύτως; ἀλλ’ οὐδὲν ἔχεις τοιοῦτον ἀπὸ τῆς μιαρᾶς δεῖξαι χρήσεως ταύτης· ὅ σοι καὶ πρὸς μεγάλην ἀποτελευτᾷ βλασφημίαν, καὶ μάτην εἶναι τὴν φύσιν καὶ πολὺ πρότερον. ἀλλ’ ἐπὶ κεφαλήν σοι τὸ δύσφημον, ἄλογον εἰσάγειν τὸν τάξαντα τὴν φύσιν θεόν. ~VERU