Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 38.1
Not analysed yet
Ἀρέθα. σὺ δὲ τάξιν αὐτῶν ὀνομάζεις τὴν ἀνάγκην. τίνα ταύτην, βέλτιστε Δᾶμι, φῂς τὴν ἀνάγκην; ἔστι τις ἀνάγκη χηρεύουσα τοῦ καταναγκάζοντος; οὐκ ἂν σὺ πάντως ἐρεῖς σωφρονῶν, ὅτι μηδὲ διάθεσις τοῦ διατι θέντος ἐκτὸς μηδὲ κίνησις τοῦ κινοῦντος χωρίς, μὴ ὅτι ἂν εἴποι τις τῶν ἐνυφισταμένων ἢ παρυφίστασθαι λεγομένων. εἰ δὲ καὶ φήσεις, ἤτοι ἐξ αὐτομάτου ἐρεῖς ἢ οὐκ ἐξ αὐτομάτου, καθότι μηδ’ ἔστι τούτων δυνατὸν μεταξὺ ἄλλο ἐπινοεῖν. ἀλλὰ ταύτην γε τὴν ἀνάγκην εἰ μὲν ἐξ αὐτομάτου, πρῶτον μὲν πῶς καὶ τί τὸ αὐτόματον τοῦτο, ὃ ταῖς ῥοπαῖς προσχρησάμενον τῶν στοιχείων καὶ ταῖς ποιότησιν οὕτως ἐντέχνως καὶ καταλλήλως τὰ διὰ τούτων ἀποτελεῖ; καὶ ἔτι τούτων τῶν ἀνωτέρω τίς τὰς ποιότητας ἢ πόθεν προαγαγὼν εἶτα κεράσας προσήγορον συνδρομὴν εἰς γένεσιν τῶν ἁπλουστέρων ἀπείργασται σωμάτων, ἀφ’ ὧν ἅπασι τοῖς ἐγκοσμίοις ἡ σύνθεσις, καὶ τὸ τοῖον πόθεν ἀλλὰ μὴ τοῖον εἶναι [καὶ] ἑκάστῳ ἀποκεκλήρωται, καὶ ταῦτα μιᾶς ἁπάντων φύσεως ἠρτημένων, ὅσον εἰς ὅρασιν καὶ ἁφὴν ἥκειν καὶ τόπῳ περιστοιχίζεσθαι; ἢ σύ μοι ἑώρακας πώποτε ξύλον εἰς χρυσὸν μεταβάλλον ἢ λίθον εἰς ξύλον καὶ ἔμπαλιν ἢ ἀνθρωπόμορφον λέοντα ἢ ῥύγχος ἄνθρωπον συὸς περικείμενον; πότε δὲ ἢ ποῦ σὺ τεθέασαι φυτὰ μὴ κατὰ ταὐτὰ τὴν βλάστην ἀεὶ καὶ τὰς ῥίζας ποιούμενα ἢ μὴ τῇ παρ’ ἀλλήλων διαδοχῇ τὸ ὁμοφυὲς διασώζοντα; ζῷα δὲ τίς τὸ παράπαν κατέλαβεν οὐχὶ κατὰ λόγον καὶ ὡς ἂν ὁ λόγος αἱρῇ δεδημιουργημένα κἀκεῖνα πάλιν τοῖς μετ’ αὐτὰ τὴν ὁμοιότητα παραπέμποντα; καὶ ἵνα πάλιν πρὸς τὰ ἀρχοειδέστερα τὸν λόγον ἀνάξωμεν φιλοτιμότερον, τίς αὐτοῖς ἐνέθηκε τοῖς στοιχείοις ῥοπὴν ἢ ταῖς καταλλήλοις ποιότησιν ἕκαστον τούτων κεράσας ταῖς αὐταῖς ταύταις καὶ μάχεσθαι πρὸς ἄλληλα παρεσκεύασε καὶ πάλιν συνδεῖσθαι τοῖς ἐναντίοις νόμῳ φιλίας καὶ τάξεως; οὐκ ἂν γὰρ διέσῳζε ταῦτα τοὺς αὑτῶν ὅρους τὴν πρὸς τὸ ἕτερον ὑποστάντα κοινωνίαν, ἀλλὰ διέφθειρεν ἄλληλα τῶν κατακρα5 τουμένων ἀεὶ μερῶν ὁποτέρου τούτων θατέρῳ τῷ κατακρατοῦντι ἀφανιζομένων καὶ ταύτῃ τοῦ ἀλληλοφθόρου ἀνευρίσκοντος τὸ παρρησιάζεσθαι, οὐδὲ αὖ τὴν πρὸς τὸ ἀντίπαλον ἀνάκρασιν καὶ αὖθις διάλυσιν κατεδέχετο, μή τινος κρείττονος αἰτίας ἠπίως ἐνεισδιδούσης αὐτοῦ συγκρίνεσθαί τε καὶ διακρίνεσθαι καὶ πρὸς τὴν οἰκείαν ἠρέμα φύσιν ἀποκαθίστασθαι, τοῦ συγκεχύσθαι καὶ συμπεφύρθαι ἄγαν εὐκρινῶς προμηθουμένης τῷ διαστέλλοντι. σπένδεται γοῦν ξηρότης ὑγρότητι ψυχρότητος †πρὸς θερμότητα μεσιτευούσης ὑγρότητος ἐξανύονται, ἤδη καὶ πρὸς συμβάσεις ἀπεῖδεν ὑγρότητος ἡ ξηρότης θερμότητος ἐπικηρυκευσαμένης, καὶ τὸ θερμὸν αὖθις τῷ ψυχρῷ προσενείρει τὸ φίλιον ξηρότητος κατεργασαμένης τὸν σύνδεσμον. ἦ γὰρ οὐχὶ ξηρὰ μὲν ἡ γῆ καὶ ψυχρά, ψυχρὸν δὲ τὸ ὕδωρ καὶ ὑγρόν, ὑγρὸς δὲ ἀὴρ καὶ θερμός, θερμὸν δὲ τὸ πῦρ καὶ ξηρόν; ἀλλὰ ταῖς ἐναντίαις ταύταις ποιότησι καὶ μαχομέναις πῂ μὲν τὸ εἰρηναῖον διοικεῖται καὶ ἀστασίαστον ἡ ἐν γειτόνων τεταγμένη ποιότης, τῷ καταλλήλῳ προσαγομένη τὰ τέως διάφορα καὶ πρὸς ἐνώπιον σχέσιν τῆς τοῦ παντὸς διακοσμήσεως συμβιβάζουσα, τῇ δὲ τοῖς ἀσυμβάτοις τὴν ἔχθραν κρατύ νασα ἐν ὅροις μένειν οἰκείοις ἐθέσπισε τῷ ἀπροσμίκτῳ τῶν πέλας οἰκονομοῦσα τὸ τούτοις σωτήριον. καὶ ὅτι μὲν οὐχὶ τὸ αὐτόματον τὴν σοφὴν ταύτην ἀνάγκην ὑπέστησε, δῆλον ἐντεῦθεν καὶ ὅτῳ μικρὸν συνέσεως μέτεστι. λείπεται δὴ τοῦ μὲν αὐτομάτου τῆς τοιαύτης παρεωσμένου ἀνάγκης ἑτέραν τινὰ ταύτης αἰτίαν πρεσβυτέραν ἐπιζητεῖν εἱρμῷ τινι καὶ λόγῳ σοφίας τὸ πᾶν καταναγκάζουσαν φέρεσθαι καὶ δύναμιν ἀκάματον τῇ προαγωγῇ τῶν ὄντων ἐντιθεῖσαν. εὕρηται δὲ τοῖς πάλαι σοφοῖς ὀργανική τις τῷ ὄντι ὑπὸ σοφῷ ταττομένη τεχνίτῃ, ἣν φύσιν ἤρεσε κατονομάζειν ἄτε τῶν φυομένων ἤτοι προαγομένων ὀργανικὴν αἰτίαν καὶ τελεσιουργὸν οὖσαν τῷ προσεχεῖ τῆς ποιήσεως. οὔκουν ἐξ αὐτομάτου τὰ τῆς ἀνάγκης· οὐδὲ γὰρ ἂν οὕτως εὐτάκτως προῄει τὰ παραγόμενα οὐδ’ εἰς ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ’ ἀνεπέφυρτο πάντα καὶ συνεκέχυτο καὶ τοῦτο ἐκεῖνο τὸ Δημοκρίτου ὁμοῦ πάντα χρήματα, καθότι καὶ τὸ αὐτόματον ἄστατον ἐν πρακτέοις αἰτίαν οἱ περὶ ταῦτα δεινοὶ ἀφορίζονται. εἰ δ’ οὐκ ἐξ αὐτομάτου τὸ τάξει προϊὸν ἀμηχάνῳ (πῶς γάρ;) ,οὐδ’ ἂν αὐτόματος ὁ κόσμος. ἀπολυόμενος δὲ τῆς αὐτομάτου ἀλόγου αἰτίας οὐδὲν ἄλλο τὴν ἀνάγκην ἡμᾶς δίδωσιν ἐπιγινώσκειν ἢ τὴν φύσιν τῶν ὄντων ὑπὸ σοφῷ τῷ καταναγκάζοντι ὡς ὄργανον ταττομένην· ὃν δὴ θεὸν καὶ δημιουργὸν ὁ εὐσεβὴς ἀνευρηκὼς λογισμὸς ἔφορον καὶ τεχνίτην τοῦ παντὸς προευτρέπισεν. ~Δ Mosq. 315 ὑπομόχθηρον*] ἀνόητον. ~ΓVΟ