Ancient Greek
Μέυνιππος ἢ Νεκυομαντεία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-12
Not analysed yet
ἐς αὐτό φασι τὸ πῦρ κτλ.] ὡραῖον. ~Δ ὁ μέν —ἥδεσθαι] Ἐπίκουρος. ~BΩΔ ὁ δέ τις —πονεῖν] Διογένης. ~BΩΔ ἄλλος καταφρονεῖν χρημάτων] Κράτης. ~BΩΔ ὁ δέ τις κτλ.] Ἀριστοτέλης. ~BΩ περὶ μὲν γὰρ τοῦ κόσμου] Πλάτων. ~BΔ ἀτόμους] Δημόκριτος. ~ΒΔ ἀτέχνῶς*] ἀντὶ τοῦ ἁπλῶς, καθάπαξ, ὅ ἐστιν ἑνὶ λόγῳ ἀληθῶς· τέχνη γὰρ ὁ δόλος παρὰ Ἀττικοῖς, τὸ δὲ ἄνευ δόλου ἀληθές ἐστιν. ὁ γὰρ τόνος διαστέλλει τὴν σημασίαν, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ ἀδιάφορον τῆς χρήσεως. ἀτεχνῶς οἱονεὶ ἀτενῶς μετὰ περισσοῦ τοῦ χ̄ . —ἄλλως. ἁπλῶς, ἄνευ τέχνης, ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων ἀλλὰ δυνάμει, ἢ καθάπαξ ἢ ἀδόλως. ἐὰν δέ τις παρὰ τὴν τέχνην λέγῃ τι ἢ ποιῇ, οὐκέτι περισπωμένως ἀλλὰ βαρυτόνως· ἀτέχνως ποιεῖς, ἀτέχνως λέγεις. ~ΔMUΩ