Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-15
Not analysed yet
2—4 τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα* ἦν] ἔοικε τὰ ἀπὸ τοῦ κρύους γινόμενα ἐγκαύματα εἰς τὸ σῶμα ἡμῶν λέγειν. ἀρόματα δὲ τὰ ἀρότρῳ ἐξειργασμένα πεδία. σκάνδικες δὲ καὶ βράκανα εἴδη λαχάνων. κάχρυς δὲ σιτηρὸν ὄσπριον. τὸ δὲ ἐδάρην τὸν ὄρρον ἀντὶ τοῦ ἀνεσύρην, ἐτρίβην τὸν ὑπόταυρον ἤτοι τὴν τράμιν. λεκιθόπωλις δὲ ἡ τὰ ἀληλεσμένα ὄσπρια ἤτοι τὰ βεβρεγμένα πωλοῦσα· οἱ ἰατροὶ δὲ λέκιθόν φασι καὶ τὸ τοῦ ᾠοῦ ὠχρόν. γρυμαιοπώλης δὲ ὁ τὰς εὐτελεῖς ὀπώρας πιπράσκων. σέλγη δὲ . . . πυριάτης δὲ καὶ ἐγκρυφίας ἄρτοι εἰσὶν ὁ μὲν ἐν κλιβάνῳ, ὁ δὲ ἐγκρυφίας ἐπὶ τῇ σποδῷ ὠπτημένος. γήτεια δὲ τὰ κρόμμυα. οἶβος δὲ τὸ περιτραχήλιον ἀπὸ τῶν ὄπισθεν κρέας, λωγάνιον δὲ τὸ ὑπὸ τὸν τράχηλον καὶ μάλιστα τῶν βοῶν. σίλλος δέ ἐστιν ὁ διάστροφος τοὺς ὀφθαλμούς. ἡδύνειν δὲ τὸ σκευάζειν ἤτοι μαγειρεύειν. κάρδοπος δὲ ἡ μάκτρα ἤτοι ἡ πλατεῖά ἐστι σκάφη. ξηραλοιφεῖν δέ ἐστι τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι ἐλαίῳ. γνώμονα δὲ τὸ τοῦ σκιοθηρίου τῆς σκάφης ἤτοι τοῦ ὡρολογίου μέσον ἐπανεστηκὸς κανόνιον λέγει, ὃ τὰς ὥρας δείκνυσι τῇ ἑαυτοῦ σκιᾷ. πόλον δὲ τὸ μέσον καὶ κοῖλον τοῦ αὐτοῦ ὡρολογίου λέγει. Καριμάντας δὲ τοὺς σύγκλυδας οἶμαι καὶ συρφετώδεις φησί. βύζην δὲ ἐπιρρηματικῶς ἀκουστέον τὸ οἱονεὶ διὰ τὴν συνέχειαν τοῦ ὄχλου καὶ τὴν πίλησιν παραβεβυσμένως ἑστάναι καὶ ὠθεῖν τε καὶ ὠθίζεσθαι· τοῦτο γὰρ τὸ ὠστίζεσθαι σημαίνει. τὰ κόρα δὲ δηλονότι δυικῶς τὰς κόρας σημαίνει τῶν ὀφθαλμῶν. σκαρδαμύττειν δὲ τὸ σκαίρειν πυκνῶς τὰ βλέφαρα. φαρμακᾶν δὲ τὰ ὄμματά φησιν ἀντὶ τοῦ φαρμάκων ἤτοι ἰατρείας δεῖσθαι. ~EVφΩΔ et ex parte C