Ancient Greek
Ψευδοσοφιστὴς ἢ Σολοικιστής.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-2
Not analysed yet
τίτθας* θηλαζόντων] ἡ τίτθη θηλάζει, ὁ δὲ ἀντιστρέψας ἔφη τὰ παιδία θηλάζει. ~ΓVΜΟUΩ αὐξάνοντα*] αὐξανόμενα γὰρ ἔδει εἰπεῖν παθητικῶς, ἀλλ’ οὐκ ἐνεργητικῶς. ~ΓVΜΟUΩ οὐδὲν γνωσόμεθα: ὤφειλε γὰρ καὶ τὸν δυνητικὸν προσθεῖναι σύνδεσμον τὸν ἄν, οἷον εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν ἂν γνῶμεν οὐδὲ γνωσόμεθα· νῦν δὲ διπλῇ σεσολοίκισται, καὶ τῇ ἐλλείψει τοῦ ἄν καὶ τῇ τοῦ μέλλοντος χρήσει τοῦ γνωσόμεθα· οὐδέποτε γὰρ τοῖς δυνητικοῖς μέλλοντες συντάττονται. ~VΓ2ΜΟUΩ τῶν ἑαυτῶν] ἢ ἄμεινον ολοσ̣ α̣ να κατανοεῖν τὸ τῶν ἑαυτῶν· οὐδέποτε γὰρ οὕτω λέγομεν τῶν ἑαυτῶν, καὶ μάλιστα ⸤cr. VΙΙ litt. ⸥ἀναλλ⸤cr. XX litt. ⸥. ~Ο ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ*] πόσους παῖδας ἔτεκες; ~V