Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-5
Not analysed yet
4 ἐκτράπεζον*] ἔξω τῆς τραπέζης. ~ΓVΔ Εὔφορβος*] οὗτος εἷς ἦν τῶν Τρώων, ὅστις καὶ πρῶτος δόρατι τὸν Πάτροκλον ἔπληξεν. ~ΓVΟΩΔ Μνησάρχου* παῖ] Μνήσαρχος πατὴρ ἦν Πυθαγόρου. καλῶς οὖν παίζων Μνησάρχου παῖδα τὸν Ἀλεκτρυόνα ἐκάλεσεν. ~ΓVφΟΩΔ ἀντὶ δὲ Σαμίου* Ταναγραῖος] Σάμος νῆσος ἦν, ὅθεν ὁ Πυθαγόρας, Τάναγρα δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Μίκυλλος. ~ΓVφΟΩΔ Ταναγραῖος*] γράφεται Ταναγρικός. ἐν Τανάγρᾳ τὰ τῆς ὑποθέσεως. ἡ δὲ Τάναγρα πόλις Βοιωτική. ~Δ οὐδὲν μελλήσας] οὐκ ἀναμείνας. ~ΓV Πυθαγόρειόν ἐστι τοῦτο τὸ δόγμα ἴσον τὸ φαγεῖν κυάμους τῷ φαγεῖν τὴν κεφαλὴν τοῦ πατρός. ~ΓVΔ