Ancient Greek
Προμηθεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 4-6
Not analysed yet
ἔοικας ὦ Ἑρμῆ κτλ.] ὡραῖον. ~ΓV τ ῆς ἐν πρυτανείῳ* σιτήσεως —ἐτιμησάμην ἂν ἐμαυτῷ] ἄξιον ἐμαυτὸν ἔλεγον. πρυτανεῖον δέ ἐστιν, ἐν ᾧ οἱ πρῶτοι συνήγοντο τῶν βουλευτῶν, ὅθεν καὶ τῆς σιτήσεως ἀπέλαυον. ~ΓVφΩΔ —]⸤τοὺς γάρ⸥ τι μέγα εἰργασμένους ⸤τῶν πο⸥λιτικῶν καλῶν ταύτῃ ⸤τῇ δ⸥ωρεᾷ οἱ πάλαι ⸤ἐτί⸥μων. ~⸤B⸥VφΩΔ ἕωλον*] ψυχρὰ καὶ ἀνωφελής. ~ΓVφΩ Δ ἔφεσιν*] ἔφεσίς ἐστιν ἡ ἀπὸ δικαστηρίου εἰς ἄλλο δικαστήριον μετάβασις, ἣν καλοῦσι νῦν ἔκκλητον. φησὶν οὖν ὅτι ἀνωφελής σοί ἐστιν ἡ ἔφεσις· μετὰ γὰρ τὴν ψῆφον τοῦ Διὸς οὐδὲν ποιῆσαι ἄλλο δυνάμεθα. ~ΓVΦΩΔ —]⸤ἔφεσιν οἱ δικανικοί⸥ φασιν, ⸤ἡνίκα ὁ κρινόμ⸥ενος μεῖζον δικαστήριον ἐξαιτεῖται. ~⸤B⸥VφΩΔ