Ancient Greek
Περὶ παρασίτου, ὅτι τέχνη ἡ παρασιτική.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 41-2
Not analysed yet
ἆρ’ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς —θυμοειδής] Ἀρέθα. ἄπαγε, κατάρατε· οἰνοποσίᾳ καὶ μέθῃ τοὺς ὀφθαλμοὺς διεφθορὼς καὶ κρεώδης, ἐκκεκραγὼς δόξει θυμοειδής τις εἶναι, οὐ μέντοι καὶ ἔσται, ἀλλὰ παράφρων καὶ παράφορος κατὰ τοὺς λυσσώδεις τῶν κυνῶν. ~Γ⸢V⸣ΦUΩ. Addunt VΦUΩ :ὃς καὶ διὰ τὸ πολυσαρκίᾳ καταπεφορτί σθαι καὶ κατερραστωνεῦσθαι τὴν γνώμην οὐδὲν γενναῖον οἷός τε ⸢ἐπ⸣ιδεδεῖχθαι, ἀλλὰ καὶ ὑπὸ τὴν πρώτην τοῦ πολέμου βοὴν φροῦδος ἂν γένοιτο ⸢ο⸣ὐδὲ τὸ βραχύτατον ὑ⸢πο⸣μείνας ταλαιπωρ⸢ία⸣ν. οὐ μὴν Σωκράτης ⸢τοι⸣οῦτος τὴν ἐπὶ Δηλίῳ ⸢μάχ⸣ην, ἀλλ’ αὐτός τε ἄ⸢ριστε⸣ κατελαμβά⸢νετο⸣ καὶ ἄλλους ὑπεκφέρων τῆς μάχης καὶ διασῴζων, ⸢ὁ λε⸣πτός τε καὶ ὠχρὸς καὶ σκελετώδης ἅτε φιλόσοφος. ~