# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 42-2-59

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), 42 to 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/42-2

λείψαντα τὴν τάξιν ὑποστρέφειν] εἰς Δημοσθένην αἰνίττεται τοῦτο παθόντα. ~ VφUΩ τὸ κορυφαιότατος οὐκ ἔστιν Ἀττικόν. ~ Γ2 Σκύθαις*] περὶ Δημοσθένους λέγει· Σκυθίδος γὰρ ἦν. ~ VΓ2φUΩ Σωκράτης φεύγων*] μὴ συκοφάντει, κατάρατε· οὐχ οὕτω γὰρ ⸢ἀλ⸣λ’ ἀριστεύων διετέλ⸢ει⸣. ~ ⸢V⸣φUΩ οὔτε τὸν Αἴαντα — θαυμάζει ὥσπερ τὸν Νέστορα] τῆς συμβουλῆς χάριν, οὐ τῆς παρασιτίας. τίνι γὰρ καὶ παρασιτήσει βασιλεὺς ἄνθρωπος καὶ ὅλην τὴν Πύλον μεθ’ ἑαυτοῦ ἄγων εἰς συμμαχίαν τῷ φίλῳ καὶ τὰ χρηστὰ εἰσηγούμενος, ὡς ἐντεῦθεν καταφανὲς γίνεσθαι, ὅτι οὐ κολακεύων ηὐδοκίμει, ὃ παρασίτων ἐστὶν ἔργον, ἀλλ’ ἀληθεύων, ὃ φίλου καὶ φιλίας κατόρθωμα. ~ Γ2 Πάτροκλος] πελάτης Πάτροκλος Ἀχιλλέως καὶ ἔτης, ἀλλ’ οὐ παράσιτος· πολὺ γὰρ τὸ διάφορον τῶν εἰρημένων πρὸς παράσιτον· οἱ μὲν γὰρ εἰς ἀδελφοὺς σχεδὸν τελοῦσι, παράσιτος δὲ καὶ τῶν δούλων ἀτιμότερος ὢν δείκνυται. ~ Γ ὡς* ἄξιον κτλ.] εἰρωνεία. ~ Vφ ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει] ἀλλὰ καὶ λέοντα ἀντιβρυχήσεται ἢ καὶ λύκον ἀντωρυήσεται † αὖρα; τοῦτό μοι λέγε. ~ VφU δόξης καταφρονοῦντα*] οὕτω καὶ χοῖροι λεχθεῖεν δόξης καταφρονεῖν ἀεὶ τῷ βορβόρῳ καλινδούμενοι. ~ VΓ2φUΩ. Addit Γ2: ἢ τί ποτε καὶ δόξαν ἀποτῖκτον ἕξει παράσιτος; ὃ δέ τις οὐκ ἔχει, πῶς τούτου καταφρονεῖν ὑπό γε νοῦν ἐχόντων λεχθείη; ~ οὐδέ τι μᾶλλον θορυβεῖται] μεθύων δήπου καὶ τῷ ἀκράτῳ καὶ τῷ κόρῳ τὰς αἰσθήσεις τεθολωμένος ὢν καὶ μηδὲ μικρὸν ἀνανῆψαι δυνάμενος· ἑλκυσθείη δὲ καὶ ἀπὸ τοῦ σκέλους καὶ περιδυθείη τῶν γινομένων μὴ ἐπαισθανόμενος. ~ Γ2 εἰπεῖν δίκην*] εὐτελοῦς καὶ παρεωραμένου τίς δίκη; τίς γὰρ καὶ κατὰ κυνὸς ἀποίσεται γραφήν; ~ VUΩ καταπρησθέντας κτλ.] φαρμάκῳ ὡς Σωκράτης, καταπρησθέντας τὸ σῶμα ὡς Ἡράκλειτος ὁ Ἐφέσιος, φθινήσαντας ὡς Ἀντισθένης, φυγόντας ὡς * * ~ VφUΩ ὅπως γε μὴν κτλ.] ἐλλειπτικῶς ἡ φράσις ἔχει· προσυπακούεται γὰρ τὸ μαθεῖν ἔστιν. ~ Γ2 τούτου* προεσθίοντος] τοῦτο καὶ μυῖαι ποιοῦσιν, ἀλλ’ οὐδεὶς ἐπαινέσεται μυῖαν προγευομένην τῶν ἀνθρώπων τῶν ἐδεσμάτων. ~ VΓ2UΩ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
