Ancient Greek
Πῶς δεῖ ἱστορίαν συγγράφειν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 48-2
Not analysed yet
χρηματιζέτω*] καὶ ἐν τῷ Ἰκαρομένιππός [23] φησιν οὕτως χρηματίσαντες περὶ ὧν ἧκες ἤγουν διοικήσαντες ἀποπέμψομεν. ~Δ ἄλλως εἰς τὸ χρηματιζέτω. χρήματα πραττέτω. σημαίνει δὲ καὶ τὸ πράγμασι χρήσασθαι· χρηματίζει ἡ βουλὴ καὶ ὁ δῆμος, οἷον πράγμασι σχολάζει· ἀφ’ οὗ χρήματα τὰ πράγματα. χρηματίζεσθαι πλουτεῖν. χρηματισάμενοι ἀντὶ τοῦ πραγματευσάμενοι. καὶ χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι δὲ τὸ κερδᾶναι. ~Δ ῥυθμιζέτω: διατυπούτω, κανονιζέτω, εὐθυνέτω. ~Δ