Ancient Greek
Περὶ τοῦ μὴ ῥιᾳδίως πιστεύειν διαβολῇ.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-3
Not analysed yet
ἐν δεξιᾷ κτλ.] σημείωσαι. ~Γ2 V τὰ* ὦτα —τοῖς τοῦ Μίδου προσεοικότα] περιεργότερον γὰρ τοῦ Μίδου τῇ ἀρχῇ κεχρημένου καὶ ὑπὲρ τοῦ πάντα μανθάνειν πευθῆνας ἔχοντος κατὰ πάσης τῆς ἀρχῆς αὐτοῦ ἐμυθολόγησάν τινες τῶν ἀρχομένων, ὡς ὄνου ἔχοι ὁ Μίδας ὦτα. ἢ ὅτι μακρὰ ὧτα ἔχει, διὸ καὶ τὰ μήκιστα γινόμενα ἀκούει. ἢ ὅτι καὶ ὁ ὄνος τὸ ζῷον οὕτως εὐήκοον ὡς καὶ τῶν λανθανόντων ψόφων αἰσθάνεσθαι. ~V⸢2φΔ περιηγητής*] ἀντὶ τοῦ ἑρμηνεύς. ~⸢2VMΟΩ