# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 5-4

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Ψευδοσοφιστὴς ἢ Σολοικιστής.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/5-4

ἔξεισιν*] τὸ ἔξεισι δηλοῖ τὸ σήμερον· ἐνεστῶτος γάρ. τί οὖν, φησίν, ἐρωτᾷς τὸ πότε ἔρχεται, εἰ αὐτόθεν; ~ ΓVΜΟUΩ πατρῷα*] πατρικὰ ὅταν εἴπωμεν, τὰ τοῦ πατρὸς λέγομεν ζῶντος τοῦ πατρός, ὅταν δὲ τὰ πατρῷα, τεθνηκότος. ~ ΓVMΟUΩ πατριώτης*] ὁμοήθης γὰρ ἔδει εἰπεῖν, ὁμόγλωσσος, ὁμόνομος. τὸ δὲ πατριώτης ἐπὶ βαρβάρων· οἱ βάρβαροι γὰρ οὕτως ἀλλήλους φασὶν ἀντὶ τοῦ πολίτης, καὶ ἴσως ὅτι μὴ κατὰ πόλεις οἰκοῦσιν. Πλάτων μέντοι καὶ ἐφ’ Ἑλλήνων ἐν τοῖς Νόμοις [VI 771 D] τῷ πατριώτης ἐχρήσατο. ~ Γ2CVMOUΩ μεθύσης*] μέθυσος γάρ, ἀλλ’ οὐ μεθύσης. ~ VMΟUΩ λῆμμα*] λῆμα γὰρ ἡ ἀνδρεία δι’ ἑνὸς μ̄. ~ VΜΟUΩ μεῖραξ οὔ φασιν ἐπὶ ἀνδρὸς λέγεσθαι, ἀλλ’ ἐπὶ γυναικὸς ἡβώσης· ἐπὶ δὲ ἀνδρὸς μειράκιον λέγεται. ~ Γ2CVMOUΩ δεδίττομαι*] τὸ γ⸤ὰρ⸥ δ⸤ε⸥δ⸤ίττομαι⸥ ἐνέργειαν οὐ πάθος σημαίνει. ~ ⸤Γ⸥CVMΟUΩ κορυφαιότατος] τὸ γὰρ κορυφαῖος ὑπερθετικὸν οὐ δέχεται, ὥσπερ οὐδὲ τὸ ἀγαθός. ~ Γ ἐξορμῶ: ⸤ἐνέργειαν σημαίνει, οὐκ αὐτο⸥πάθειαν. ~ C⸤Γ2⸥VMOUΩ συνετάξατο*] ἐπὶ γὰρ στρατοπέδ⸤ου⸥ τ⸤οῦ⸥τ⸤ο δια⸥θέσε⸤ως⸥ λέγεται· ἐ⸤φ’ οὗ⸥ δὲ ⸤β⸥ούλεται ⸤οὗ⸥το⸤ς⸥, ὑπέσχετο φασίν. ~ ⸤Γ2⸥CVMΟUΩ περιέστην* αὐτόν] ὑπηγαγόμην γὰρ ἔδει εἰπεῖν ἢ μετῆλθον αὐτόν· τὸ γὰρ περιέστην ἐπὶ τοῦ κύκλῳ λέγεταί τινα περιέχειν. ~ Γ2CVMΟUΩ συνεκρίνετο*] συν⸤εδικ⸥άζετο γὰρ ἔδει εἰπεῖν ⸤ἢ ἠμφ⸥ισβήτει, ἀλλ’ οὐ συνεκρίνετο· τὸ γὰρ συγκρίνεσθαι ἐπὶ τοῦ πυκνοῦσθαι ἡ δο⸤κίμη χρῆσις τῶν Ἑλλήνων⸥ οἶδεν. ~ ⸤Γ2⸥CVMOUΩ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
