Ancient Greek
Θεῶν ἐκκλησία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-15
Not analysed yet
οὔτε Ἀχαιῶν Αἰγιεῦσιν: Αἴγιον καὶ Ἑλίκη καὶ Βούρα καὶ Ῥύπαι καὶ Πάτραι πόλεις εἰσὶ Πελοποννήσου, Πάτραι μὲν μικρὸν πρὸ τοῦ Κρισαίου κόλπου καταντικρὺ τῶν Ἐχινάδων νήσων ὡς πρὸς τὴν ἑώ, αἱ δὲ λοιπαὶ παραθαλάσσιοι τῆς ἐπὶ Κόρινθον φερούσης. Ἑλίκης δὲ καὶ τὰ ἐρείπια ἔστιν ἰδεῖν παρὰ τὸν αἰγιαλόν· αὕτη δὲ πᾶσα ἡ πόλις ὑποβρύχιός ἐστι τῇ θαλάσσῃ σεισμῷ πάλαι τοῦτο παθοῦσα. ~VφU