Ancient Greek
Τίμων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-9
Not analysed yet
Ἐπιμενίδην*] ὁ Ἐπιμενίδης Κρὴς ἦν χρησμολόγος, οὗ καὶ τὸ Κρῆτες ἀεὶ ψεῦσται λόγιον. λέγεται δὲ ἑξήκοντα ἔτη ὑπνώσαντα οὕτω μετὰ ταῦτα ἀναστῆναι παραλλάττοντα καὶ κεκινημένον τὴν διάνοιαν καὶ πρὸς χρησμολογίαν τὸ ἐντεῦθεν λοιπὸν ἀπιδεῖν. ~Γ2CVΜUΩΔ ἐκ τῆς Οἴτης* ἐναυσάμενος] ἡ Οἴτη ἐστὶ μὲν τῆς Φωκίδος ὄρος ὑψηλόν, οὐ μέντοι καὶ πεφυκὸς φλόγας ἀνιέναι. πῶς οὖν τοῦτο λέγει νῦν; ἔοικέ μοι, διότι ἐκεῖ Ἡρακλῆς τὸ τελευταῖον κατ’ ἰδίαν ἀξίωσιν ὑπὸ Φιλοκτήτου ὡλοκαυτώθη. ~ΓVMΩΔ