Ancient Greek
Τόξαρις ἢ Φιλία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-13
Not analysed yet
μέχρι μὲν κατ’ οὖρον κτλ.] καὶ πρῶτον μὲν ἐπεπόλαζε τὸ κακὸν τοῦτο ἀνθρώποις, οὐ μέντοι γε καὶ ὡς νῦν, ὅτε μηδὲ ἑαυτῷ τις σύμφωνος ᾖ τὰ ἀγαθὰ βουλόμενος, μὴ ὅτι γε κακῶν ἐν ἀδοκήτοις περιστάσεσι συνδιαφέρειν τῷ φίλῳ τὴν ἐπήρειαν ἕλοιτό τις· οὕτως ἀπανθρώπως καὶ θηριωδῶς διαβιώσκειν τῇ νῦν κέκριται γενεᾷ καὶ φιλαύτως ἢ φιλοθέως, καὶ τοῦτο ἐκεῖνο τὸ ὑπὸ τοῦ κυρίου [Matth. 24, 12] διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἡ τῶν πολλῶν ἐψύγη ἀγάπη. ~R