Ancient Greek
Βίων πράσεις.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-7
Not analysed yet
ὁ ἐξωμίας: ⸢ἐξωμίδα⸣ γὰρ ἐφόρε⸢ι, τὸ δὲ ἦν χι⸣τὼν παχὺς ⸢καὶ τραχὺς ἄ⸣τε ἄγναπ⸢τος, κατὰ τὴν ἀ⸣ριστερὰν χεῖ⸢ρα ῥαφὴν οὐκ⸣ ἔχων, διὸ ⸢καὶ ἑτερομάσχα⸣λος ἦν. ἀχ⸢ειρίδωτος δὲ⸣ ὢν τοὺς ὤ⸢μους παρεῖχε γυ⸣μνοὺς ὁρᾶσθα⸢ι, παρὸ καὶ ἐ⸣ξωμὶς ἐκα⸢λεῖτο. οὐ μόνον⸣ δὲ χιτὼν ⸢ἡ ἐξωμίς, ἀλ⸣λὰ καὶ πε⸢ρίβλημα⸣. ~⸢V⸣CφUΩ ἢ καὶ προ⸢καλέσηται⸣: τὸ προκα⸢λεῖσθαι τοῦ προσκα⸣λεῖσθαι δ⸢ιαφέρει· προσ⸣καλεῖται μὲν ⸢γὰρ οἰκέτης εἰς⸣ βάσανον, ⸢προκαλεῖται δὲ⸣ εἰς δίκην ὁ ⸢ἀντίδικος⸣. ~⸢V⸣CφUΩ δέδια* κτλ.] ⸢ὁ Κυνικὸς οὗτο⸣ς Διογένης ἦν ⸢μὲν Σινω πεὺς⸣ ἀπὸ τοῦ Εὐξείνου ⸢πόντου, ἀργυρ⸣αμοιβὸς δὲ ⸢ὢν καὶ διὰ τὴ⸣ν μετὰ Κύρου στρα⸢τείαν, μεθ’ οὗ καὶ⸣ Κλέαρχος ⸢συνεστράτευσε⸣, δημευθεὶς ⸢ἐφυγαδεύθη⸣ καὶ καταλα⸢βὼν Ἀθήνας⸣ Ἀντισθέ⸢νει προσετα⸣ιρισθεὶς συνῆν⸢τῷ ἀνδρὶ δι⸣ὰ βίου. ἀποθα⸢νόντος δὲ Ἀν⸣τισθένους ἀπε⸢χθῶς ἔχων τ⸣οῖς ἤθεσι τῶν ⸢λοιπῶν Ἀθη⸣ναίων εἰς Κόριν⸢θον ἐχωρίζε⸣ το καὶ πρὸς τὸ Κρά⸢νιον ὀνομαζ⸣όμενον ἐνηυ⸢λίσθη ὕπαι⸣θρος πίθον ἔχων ⸢εἰς οἴκησιν⸣. ἀναμερισάμε⸢νος δὲ τὰ εἰ⸣ς τὴν δίαιταν ⸢Κορίνθῳ καὶ⸣ Ἀθήναις κατὰ ⸢τὸ πρόσφορον⸣ τῶν καιρῶν καὶ τὰς ⸢διατριβὰς⸣ ἐποιεῖτο, χει⸢μῶνος μὲν Ἀθ⸣ήναις ἐπιδημῶν ⸢ἀλέας χάριν⸣, ἔαρος δὲ καὶ θέρους ⸢Κόρινθον⸣ κατοικῶν τῷ ⸢μὴ πνιγώδ⸣η τότε Κόρινθον ⸢εἶναι ἀλλ’ ἀ⸣ναψύχεσθαι παν⸢ταχόθεν⸣ ἀφ’ ἑκατέρας θα⸢λάττης τοῖ⸣ς ἀνέμοις κατα ⸢πνεομένη⸣ν. ἦν δὲ τὸ ἐπιτήδευμα παρ⸣ρησιαστὴς καὶ ⸢πολλὰ τοὺς ἀ⸣συνέτους ἐλέγχων ⸢καὶ παύειν ἐπ⸣ιχειρῶν αὐτοὺς τῆς ⸢ἀνοίας τε καὶ κ⸣ορύζης. φέρον⸢ται δὲ αὐτοῦ παρ⸣ὰ Δίωνι τῷ Προυσαεῖ καὶ διάλογοι πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα, ὁπηνίκα πρὸς Πελοπόννησον διαβὰς Κορίνθου ἐπέ⸢βη Ἀλέξαν⸣δρος. παρὰ πάντα τοιγαροῦν τὸν ἑαυτοῦ βίον οὕτως ἀτημελῶς βιώσας καὶ πρόνοιαν ἑαυτοῦ ὅσα γε πρὸς τὸ ⸢σῶμα οὐδ’ ἥ⸣ντινα πεποιημένος ἀλλὰ πάντα τὰ ὑπ’ ὀδόντα ἐδώδιμα οἰόμενος καὶ θηρίων βουλόμενος οὐδὲν ἄνθρωπον διαφέρειν ⸢τὸ πρὸς τὴν⸣ τροφὴν ἄσκευον σηπίᾳ περιτυχὼν ὠμῇ καὶ ᾠοῖς, ἅπερ οἱ τῇ Ἑκάτῃ ἐν ταῖς νουμηνίαις τὰ δεῖπνα ⸢ἐπὶ τῶν τριό⸣δων ποιοῦντες ἐτίθεσαν, ταῦτα φαγὼν οὕτως, ὡς εὗρε, κατὰ τὸ κράτιστον ἀπεπτήσας οὕτως ἐξέθανεν. ~⸢V⸣ φ