# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-8-25

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), 7 to 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/7-8

ὑπερπηδήσεται μὲν τὸν ποταμόν] ταῦτα πάντα λέγει Ὅμηρος τὸν Ἀχιλλέα ποιῆσαι. ~ ΓVΟΩ ἐπιθολώσει κτλ.] ὡραῖον. ~ ΓV κόλλοπας*] κόλλοπες οἱ πασσαλίσκοι τῆς κιθάρας, ὧν ἐκδέδενται αἱ νευραί. ~ VΓ2CφΟΩ περὶ πόδα: ἀντὶ τοῦ κατὰ πόδα, πλησίον, ἐγγύς. ἢ ἀλη θέστερον ἐρεῖν περὶ πόδα ἀντὶ τοῦ καταπεφρονημένος· ἐπεὶ καὶ τὰ παρ’ ἡμῶν εὐκαταφρόνητα περὶ τοὺς πόδας ῥιπτεῖται. ~ VΓ2CφΟΩ ἵναπερ*] ἀντὶ τοῦ ὅπου. ~ Γ κληρονομήσας* τῆς Ὀρφέως μουσικῆς] κληρονομῶ σου, καὶ τοῦτο Ἀττικόν. ~ VΓ2CφΟΩ διασπάσασθαι* — ὅμοιον τῷ Ὀρφεῖ] ἐπεὶ κἀκεῖνος ὑπὸ τῶν Θρᾳττῶν διεσπάσθη. ~ VΟΩ — ] σημείωσαι. ~ Γ Ὀρφεῖ* παρὰ τῆς μητρός] Καλλιόπης γὰρ τῆς Μούσης μυθεύουσι γενέσθαι τοῦτον. ~ VΓφΟΩ χθὲς δὲ* καὶ πρῴην] λέγεται καὶ ἄρτι πρῴην, ὡς ἐχρήσατο καὶ Πλούταρχος ἐν Παραλλήλοις [Brut. 1 ]. ~ Γ2CVφΟΩ Πρωτέως] περὶ τοῦ Περεγρίνου λέγει τοῦ ἑαυτὸν καύσαντος. ~ Γ2VφΟΩ ὡς Τεγεᾶται κτλ.] σημείωσαι. ~ Γ ὡς* οὐδ’ εἰπεῖν καλόν] καινοπρεπὲς καὶ τοῦτο ὡς οὐδ’ εἰπεῖν καλόν· τὸ γὰρ κοινὸν ὡς οὐδὲ καλὸν εἰπεῖν. ~ VΓ2CΟΩ φευκτέον ἂν ἦν κτλ.] σημείωσαι. ~ Γ τίλφαις*] τίλφη ζωύφιόν τι τοῖς βιβλίοις ὡς ἐπίπαν ἐντίκτεσθαι πεφυκὸς ἐπίμηκες, κέρατα ἔχον, ὡς ἐν μικρῷ κατιδεῖν, λευκὸν ἢ πελιόν, εἴ τις τούτῳ ἐγχρίμψαιτο, κονιορτὸν ἀποβάλλον. ~ VΓ2CφΩ σὺ δὲ ἀποροίης κτλ.] ὡραῖον. ~ ΓV Δημήτριος κτλ.] ὡραῖον. ~ ΓVΟ τὸ οὐδέτερος ἐπὶ δύο λαμβάνεται. πῶς οὖν τοῦτο; εἰ μή που ἔσφαλται τὰ τῆς γραφῆς καὶ ἀντὶ τοῦ οὐχ ἕτερος γέγραπται οὐδέτερος ἢ ἐκτέθλιπται τὸ ε̄ τοῦ συνδέσμου. ~ Γ2VφΩ τοὺς ἐπαίνους κτλ.] ὡραῖον. ~ Γ τὸ* τῶν Μυσῶν] ἀντὶ τοῦ ὅμοιον τῇ παροιμίᾳ τῇ διαγορευούσῃ χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα [fr. adesp. 560. F. T. G2. p. 950 N.]. ~ VΓCφΩ βασιλεύς] κατὰ Μᾶρκον γὰρ οὗτος ὁ Λουκιανὸς ἦν. ~ Γ2VφΩ χύτραις λημῶντες: ἀντὶ τοῦ χύτραις ἴσας περιφέροντες λήμας. ~ Γ2CVφΟΩ τἀργύριον καὶ φύλαττε κτλ.] ὡραῖον. ~ ΓVΟ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
