Ancient Greek
Περὶ τῆς Συρίης θεοῦ.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-9
Not analysed yet
καὶ τὴν* κεφαλὴν ἐθεησάμην βυβλίνην] ⸢τοῦτο καὶ ὁ ἡμέτερος θεῖος προφήτης Ἠσαΐας ἐπι⸣κερτομεῖ καὶ τωθάζει τῷ κατὰ Δαμασκοῦ ῥήματι, δι’ ὧν φησιν [18, 1] οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη ⸢ὅμηρα ἐν θαλάσσῃ καὶ ἐπιστο⸣λᾶς βυβλίνας ἐπάνω τοῦ ὕδατος, ἐπιστολὰς βυβλίνας τὴν ἐτησίως τῆς πα⸢ρούσης κεφαλῆς πομπὴν⸣ ἐπιστελλομένην ὑπὲρ τῶν πλανωμένων ἀποσημαίνων, ὡς καὶ τῷ ἐν ἁγίοις Κυρίλλῳ δοκεῖ ἐν τοῖς εἰς τὸν ἅγιον Ἠσαΐαν ὑπομνήμασιν αὐτοῦ. ~E⸢V⸣