Ancient Greek
Work 80_7
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7.3
Not analysed yet
ἀπεμύκτισας: ἀντὶ τοῦ ἐξουδένωσας, ἐμυκτήρισας· εἰώθασι γὰρ οἱ ἐξουδενοῦντες ποιὸν ἦχον τῷ μυκτῆρι φθέγγεσθαι ἀποστρεφόμενοι. ~RMSU Ἀδώνιδος] Ἄδωνιν δὲ τὸν Χαιρέαν ὡς ἀργὸν ἀποκαλεῖ. καὶ μηδὲν ἄλλο ὅτι μὴ καλὸς εἶναι κέκτηται. ~RMSU χοιρίσκος*] ὡς ἐργατικὸν καὶ δασὺν ἀποσκώπτει τὸν Ἀκαρνάνιον ἅτε ἀλουτοῦντα καὶ ἀτημελῶς ἔχοντα ἑαυτοῦ. τὸ δὲ χοιρίσκος, ὅ νῦν τοὺς Παφλαγόνας φασὶ χοιροκώλους, τὸ λάσιον τῶν ἀνθρώπων. ~SU πονηρὸν* ἀποπνεῖ] ἀντὶ τοῦ δυσώδη ἔχει τὴν ἀπὸ τοῦ σώματος ἀποφοράν. ~M N S