Ancient Greek
Ἑρμότιμος ἢ Περὶ αἱρέσεων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 79
Not analysed yet
τῶν φιλοσοφούντων κτλ.] ὡραῖον. ~E τὸ σύφαρ] ἤγουν τὸ δέρμα. ~V ἀμελήσαντας τοῦ ὁλκοῦ: ἤγουν τοῦ σώματος· λέγεται γὰρ ὁλκὸς καὶ τὸ σῶμα τοῦ ὄφεως, ἀπὸ τοῦ ἕλκω, λέγεται ὁλκὸς καὶ 〈τὸ〉 ἀπὸ τούτου ἴχνος ἤγουν ἡ κοινῶς συρμή, ὥσπερ ποὺς καὶ τὸ μέρος τοῦ σώματος καὶ τὸ ἀπὸ τούτου ἴχνος. ~V πτίττων: ἀντὶ τοῦ πτίσσων, ὅπερ ἐπὶ τοῦ σίτου λέγεται, ὅθεν πτισσάνη τὸ ἔνδυμα τοῦ σίτου. ~V