Ancient Greek
8 to 26
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-10-26
Not analysed yet
τέχνη] οὐ τέχνη ἀλλὰ ψυχῆς πονηρᾶς ἐπιτήδευμα, ὡς ἰκτίνων καὶ κοράκων τὸ ἁρπακτικόν. ~φUΩ ἀλλ’ ἐκεῖνο*] ἐλλειπτικῶς τοῦ σκόπει, οἷον ἄλλ’ ἐκεῖνο σκόπει· ἔστι δὲ Ἀττικόν. ~ΓUΩ φιλοσόφων*] εἰς τοὺς Ἐπικουρείους αἰνίττεται, οἳ τέλος τἀγαθοῦ τὴν ἡδονὴν ἀπεφαίνοντο. ~ΓVUΩ οὐδὲν Ἐπικούρῳ μέλει*] σημείωσαι διὰ τὴν σύνταξιν· ὅμοιον τῷ μελήσουσι δέ μοι ἵπποι’· εὐθείᾳ γάρ, οὐ γενικῇ συνέταξε τοῦτο. ἢ ἀντὶ τοῦ πεφρόντισται, σπουδῆς ἠξίωται. ~ΓφUΩ τῶν* ἄλλων τεχνῶν] τὰς βαναύσους λέγει τέχνας· καὶ γὰρ αὗται πορισμοῦ χάριν βίου τοῖς κεκτημένοις μεταχειρίζονται. ~ΓVφUΩ ὀλιγοσιτίαις κτλ.] τοιαύτη γὰρ ἡ τῷ ὄντι κατὰ ἄνθρωπον ζωὴ ὡς μόνου τοῦ κατὰ τὸ δεῖ ζῆν αὐξητική τε καὶ συντηρητικὴ οὖσα, ὅπερ ἐστὶ τὸ κατὰ νοῦν καὶ λόγον. ἡ μέντοι τοῦ παρασίτου μηδενὸς τούτων φροντίζουσα ἢ μόνου τῆς κατὰ σάρκα πλεονεξίας καὶ τῆς ἀνθρωπίνης ἐξέπεσε ζωῆς καὶ τοῖς ἀνοήτοις κτήνεσι παρεσυνεβλήθη. ~Γ2 σχολῇ* δηλονότι κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ἀντὶ γὰρ τοῦ περιττῶς ἢ διαφερόντως κεῖται. ~ΓVφUΩ