Ancient Greek
8 to 18
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-9-18
Not analysed yet
οὐκέτι μέμνημαι*] ὁ τὰ σχήματα τῶν φανέντων τοῖς ὀφθαλμοῖς ἐντετυπωμένα φέρων καὶ τὴν φωνὴν ἔναυλον ἆρα τὴν ἔννοιαν τῶν εἰρημένων οὕτω ταχέως ἐξήμβλωκας; καινὸν τοῦτο. ~ΔVUΩ ἕρμαιον*] τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. ~Δ τὴν μὲν τέχνην κτλ.] ὡραῖον. ΓV τὴν ψυχὴν —κατακοσμήσω κτλ.] ⸤ἀλλὰ μ⸥ὴν ψευδεῖς αἱ τῆς διδασκαλίας ὑποσχέσεις ἀπεφάνησαν· οὐ γὰρ τοιαύ ταις σου τὴν ψυχὴν ἀρεταῖς κατεκόσμησεν ἀλλὰ ταῖς ἐναντίαις, ὡς αὐτὸς σὺ ταῦτα ἐξ ὧν γράφεις ἀποδεικνύεις. ~⸤U⸥ εὐπάρυφος*] εὐκατέργαστα καλῶς ὑφασμένα φορῶν ἱμάτια. ~Δ subscript. :Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς πρὸς τῇ Ἀσκανίᾳ μετὰ Ἰωάννου τοῦ ἐπὶ τῇ ἀδελφῇ κηδεστοῦ. ~Γ2