# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-8

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Ῥητόρων διάσκαλος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/9-8

τῇ ῥοπῇ] τὴν βάσιν. ~ V Ὀλυμπιάδας] πόλις ἦν ἐν Ἤλιδι Ὀλυμπία καλουμένη ἱερὸν ἔχουσα ἐπιφανέστατον Ὀλυμπίου Διός. ἐν ταύτῃ ἀγὼν ἐπετελεῖτο παγκόσμιος τὰ Ὀλύμπια κατὰ πέντε ἔτη συγκροτούμενος· διὸ καὶ πενταετηρικὸς ἐκαλεῖτο· ὃς καὶ ἀνεγράφετο τοῖς δημοσίοις ἀεὶ εἰς δήλωσιν τῶν ἐνιαυτῶν καὶ ἦν τοῦτο ἀκριβὴς τῶν χρόνων ἐπίγνωσις· τεσσάρων γὰρ ἐτῶν μεταξὺ διαρρεόντων τῷ πέμπτῳ συνετελεῖτο. καὶ διήρκεσεν ἀρξάμενος ἀπὸ τῶν καθ’ Ἑβραίους κριτῶν μέχρι τοῦ μικροῦ Θεοδοσίου· ἐμπρησθέντος γὰρ τοῦ ἐν Ὀλυμπίᾳ ναοῦ ἐξέλιπε καὶ ἡ τῶν Ἠλείων πανήγυρις. ~ M Laur. 32, 13 ⸤Ὀλυμπι⸥άδας: ἐπὶ τῆς Ἠλιακῆς μοίρας ⸤Πελοπ⸥οννήσου πόλις ἦν Ὀλυμπία ⸤καλουμένη⸥, ἐν ᾗ ἱερὸν ἐπιφανέστατον ⸤παρ’ Ἕλ⸥λησιν Ὀλυμπίου Διός. ἐν ταύ⸤τῃ ἀγ⸥ὼν ἐτελεῖτο παγκόσμιον ἔχων ⸤συναγω⸥γὴν κατὰ πέντε ἔτη συγκροτού⸤μενος· διὸ⸥ καὶ πενταετηρικὸς ἐκαλεῖτο. ⸤ἀνεγρ⸥άφετο οὖν ἐν τοῖς δημοσίοις καὶ ⸤τοῖς⸥ χρονογραφοῦσι· καὶ δὴ καὶ τοῖς ⸤πα⸥λαιοῖς εἰς δήλωσιν χρόνων ⸤ἦν, Ὀλ⸥υμπιάδος ποσταία· ὡς φέ⸤ρε τόδε⸥ ἐπράχθη τῇ ρ’ Ὀλυμπιάδι ⸤ ⸥ κοετ⸤ ⸥ ἢ τινι τοιαύτῃ. καὶ ἦν τοῦτο ⸤ἀκρι⸥βὴς χρόνων ἐπίγνωσις, ὥσπερ καὶ ⸤παρ’⸥, Ἀθηναίοις μὲν ἡ τῶν Ἀθήνησιν ⸤ἀρχόν⸥των ἐνιαυσία προστασία, κα⸤θ’ ἣν ἀν⸥αγράφεται ἐπὶ ἄρχοντος Ἀθή⸤νησι⸥ τοῦ ⸤δεῖνα⸥ τόδε ἐπράχθη, παρὰ δὲ Ῥω⸤μαίοις⸥ ἡ τῶν ὑπάτων ἐπέτειος ἐπιση⸤μείωσι⸥ς. ἄρχεται δὲ ἡ τῶν Ὀλυμπιάδων ⸤ἀναγρ⸥αφὴ ἀπὸ Ἰφίτου τοῦ ἀνανεωσα⸤μένου τὸν⸥ ἀγῶνα τὸν Ὀλυμπίασιν, ἀφ’ Ἡ⸤ρακλ⸥έους δὲ ἀρξαμένου τοῦ ἀγῶνος, ὡς Πίν⸤δαρός φ⸥ησιν [Οl. 2, 5] ἤτοι Ὀλύμπια μὲν στάσεν Ἡ⸤ρακλέης⸥. ἀμεληθέντος δὲ μέχρις Ἰ⸤φίτου⸥, εἶτα Ἰφίτου μὲν ἀνανεωσαμένου ⸤τὸν ἀγῶ⸥να, νικηφόρου δὲ μηδενὸς ⸤ἀναγ⸥ραφένντος διέμενεν ἄσημος ⸤μακρὸν χρόν⸥ον. ὅθεν, ὡς Καλλίμαχος [fr. 433 Schneider] ἱστορεῖ, ⸤τρε⸥ῖς καὶ δέκα Ὀλυμπιάδας ἀπὸ⸤ ⸥ τῇ τεσσαρεσκαιδεκάτῃ Ὀ⸤λυμ⸥πιάδι Κόροιβόν τινα νικῆσαι στά⸤διον⸥, ἀπὸ τούτου ⸤δὲ⸥ ἀναγραφῆς τε τὰς Ὀλυμ⸤πιά⸥δας τυχεῖν καὶ πρώτην ταύτην ταχθῆναι. ⸤ἄλλοι⸥ δὲ λέγουσιν ἀφ’ Ἡρακλέους τοῦ Ἀλ⸤κμήνης⸥ τοῦ θέντος τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα ⸤τὴν⸥ πρώτην ἀριθμούμενοι Ὀλυμπιάδας ⸤γε⸥νέσθαι υνθ′. ἔφαμεν δὲ πεν⸤ταετη⸥ρικὸν εἶναι τὸν ἀγῶνα· τεσσάρων γὰρ ⸤ἐτῶν με⸥ταξὺ συντελουμένων τῷ πέμπτῳ ⸤ὁ ἀγὼν ἐ⸥πετελεῖτο. ἀρξάμενος δὲ ἀπὸ τῆς ⸤ἐποχῆς⸥ καθ’ Ἑβραίους ἐπ’ Ἰάειρον ἐνά⸤ ⸥ διήρκεσε μέχρι τοῦ μικροῦ ⸤Θεοδοσίου⸥, ὅς Ἀρκαδίου υἱὸς ἦν, τῶν χρό⸤νων. τοῦ δὲ⸥ ναοῦ τοῦ Ὀλυμπίου Διὸς ἐμπρη⸤σθέντος ἐξ⸥έλιπε καὶ ἡ τῶν Ἠλείων πανήγυρις ⸤καὶ ὁ ἀγὼ⸥ν ὁ Ὀλυμπικός. ~ B

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
