Ancient Greek
Ἀλέξανδρος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-9
Not analysed yet
Ἀβώνου τεῖχος κτλ.] εἰ μὲν Ἀβωνοτειχῖται τοιοῦτοι, οὐκ ἔχω λέγειν· ἐπεὶ ἄλλως γε Παφλαγόνας οὐκ ἂν ἀπράγμονας σωφρονῶν ἔγωγε θείην, εἰ μὴ καὶ σφόδρα δεινοὺς καὶ ἱκανοὺς καὶ προχειροτάτ⸤ους⸥ πᾶν τε κακὸν ἐξευρεῖν καὶ ἐξευρόντας χρήσασθαι ἀναιδεστάτως καὶ μάλιστα, εἰ τύχοιεν, οἷς ἡ μεταχείρισις ἀνθρώπων κουφοτάτων καὶ πεφυκότων ἀπομύττεσθαι ῥᾳδ⸤ία⸥, ὁποῖοι οἱ τὸ τοῦ Εὐξείνου στόμα Βυζάντιοι περιοικοῦντες. ~⸤B⸥ κοσκίνῳ* —μαντευόμενος] σημείωσαι. ~V —]ἐπὶ τῶν εὐτελεστάτων μάντεων τοῦτο λέγεσθαι εἲωθεν. ~VBCΩ