Ancient Greek · ~6 min
Page postscr
Scholia in Lucianum, Scholia in Pseudo-Luciani Halcyonem (scholia vetera) Page postscr
Not analysed yet
ΑΛΚΥΩΝ (ad calcem dialogi). Ἀλκυὼν ὄρνις μέγεθος μὲν ἴση μικρῷ στρουθῷ, χροιὰν δὲ ποικίλη· ἔστι γὰρ ἀναμὶξ χλωρά, κυανή, ὑποπόρφυρος, ῥάμφος ἔχουσα λεπτόν, ἐπιμῆκες, χλωρόν. διαιτᾷται δὲ παρὰ τοὺς τοῦ Σικελικοῦ πελάγους αἰγιαλούς, πέντε μόνα κυΐσκουσα ᾠά. ἐκ †βλέννης τὲ τοῦ ἰχθύος τῶν ἀκανθῶν ἐπιπλεκομένων ὑπ' αὐτῆς ὡς ἱστοῦ πηγνῦσα τὴν καλιὰν παρὰ μόνων ἀνθρώπων φθείρεσθαι δυναμένην, ὑπ' ἄλλου δέ τινος τὸ παράπαν οὔ. ἔστι δὲ σικύᾳ τὸ σχῆμα ὁμοία ἰατρικῇ, ὡς εἶναι τὸ κύτος κοιλότερον αὐτῆς, τὸ στόμιον δὲ στενόν τε καὶ οὕτω κρύφιον, ὡς μόνῃ ταύτῃ εἶναι καὶ εἰσιτητὸν καὶ γνώριμον. ἐν παντὶ μὲν τῷ οἰκείῳ ἄρρενι μιγνυμένη καιρῷ, ἐν χειμῶνι δὲ νεοττεύουσα μέσῳ, ὡς ἑπτὰ μὲν ἡμέραις ἐργάζεσθαι τὴν καλιάν, ἑπτὰ δὲ τίκτειν τὲ καὶ τρέφειν τοὺς νεοττούς· τὴν δ' ἡμέραν τοῦ τοκετοῦ φασὶν ἱεράν. σπανίως δὲ φαίνεται, καὶ τότε κατὰ τὸν τῆς Πλειάδος δύσεως καιρόν, ἐπικαθιζομένη τε τῶν πετρῶν ᾄδει τι μέλος λιγυρόν, ὅτε δὴ καὶ τὸ πέλαγός ἐστιν ἀκύμαντον καθάπαξ καὶ νήνεμον. τῆς δ' ἀλκυόνος ἡ μὲν μείζων ἄφωνος, ἡ δ' ἐλάττων ᾠδική· πᾶσαι δ' οὕτως ἀνδροκόμοι πεφύκασιν, ὡς τῶν ἀρρένων γηρασκόντων ὑποπτᾶσθαί τε καὶ διαφέρειν αὐτοὺς ᾗ ἐκεῖνοι βούλοιντο, ἐπαποθνήσκειν τε τούτοις τὰς οἰκείας θηλείας ἐκ τοῦ ἀβρώτους καὶ ἀπότους διατελεῖν μετὰ τὴν τῶν ἀρρένων τελευτήν. καλοῦνται δὲ κήϋκες, ὧν μόνων εἴ τις ἀκούσειε τὴν φωνήν, σημεῖον ἔχει[ν] πανάληθες, ὥς φασιν, ὡς μετὰ βραχύν τινα χρόνον τεθνήξεται.