Ancient Greek
1.104 to 1.118
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.104-118
Not analysed yet
Πολύτριπτον: ἐπεὶ πολλὰ εἴδη ῥοδίνου, καὶ τὸ μὲν πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ μικτὸν καλοῦσιν, ὅπερ πολύτριπτον εἶπε. τὸ μικτὸν δὲ τὸ ἔξοχον. ἰσόμορον: ἰσόμορον γὰρ λέγει τὸ ἴσον τοῦ ὀμφακίνου ἐλαίου, ἀντὶ τοῦ πάλιν δ κοτύλας. ἀργῆτος δὲ τοῦ λευκοῦ ἢ λαμπροῦ ἢ καθαροῦ, ἐξ ὠμῆς ἐλαίας γεγονότος. ἐν δὲ τῷ τετράμορον λείπει ο καί σύνδεσμος, ἵν’ ᾖ καὶ τετράμοιρον κηροῦ, ἀντὶ τοῦ μίαν κοτύλην κηροῦ. τῶν γὰρ δ τὸ τέταρτον ἡ μία ἐστίν. λάκτις δὲ ὁ λεγόμενος παρὰ Ἀττικοῖς ἀλετρίβανος. λέγει δὲ νῦν τὴν τορύνην, τὸ κίνητρον. ἄκανθα δὲ κυρίως μὲν ἡ σπεῖρα τοῦ δράκοντος, νῦν δὲ λέγει τὸν δράκοντα. ἄφελε γοῦν, φησι, καὶ ἀποχώρισον τὰς φολίδας καὶ τὰ λεπάσματα· ἀπὸ κοινοῦ δὲ τὸ λίπαζε, ἀντὶ τοῦ χρῖσον. θρίναξι: γεωργικόν τι σκεῦός ἐστιν ἔχον τρεῖς ἐξοχὰς καὶ σκόλοπας ἀπωξυμμένους ᾧ τοὺς στάχυας τρίβουσι καὶ λικμῶσι καὶ ἀπαχυρίζουσι. δακέεσσι δὲ τοῖς θηρίοις, νῦν δὲ ταῖς ἀσπίσιν. ἔτι δέ, λέγει, εἰ μὴ ἠλειμμένος τῷ φαρμάκῳ ταῖς ἀσπίσιν ἐπιτύχῃς, ταχέως ἂν ταῖς ἡμετέραις προστάξεσιν ὑποχωρήσαις καὶ ἐκφύγοις ἂν τὰ δήγματα καὶ τὸν θάνατον τὸν ἐξ αὐτῶν. τῶν ἤτοι θήλεια: περὶ τῆς ἀσπίδος λέγει, ἥ ἐστι διψάς. τῆς γὰρ θηλείας τὸ στόμα μεῖζον καὶ πλατυτέρα ἡ κεφαλή. τὸ δὲ παλίγκοτος οἷον ὀργίλη ἐστὶ τοῖς ἀπαντῶσι, τῷ τε δήγματι πλειοτέρα καὶ κατὰ τὴν ἑλκομένην σειρήν, ἤγουν οὐράν.