# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.11

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), Edition urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/1.11

Ἀσκραῖος: ὁ Βοιωτός. καὶ γὰρ Ἄσκρη κώμη Βοιωτίας ἐστίν, ὅθεν καὶ Ἡσίοδος ἐτύγχανεν, ὥς φησι καὶ αὐτὸς τῷ ἀδελφῷ αὐτοῦ Πέρσῃ διὰ τὸν αὐτῶν πατέρα (O et D 639) νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέποτ’ ἐσθλῇ. ἰστέον δὲ ὅτι ψεύδεται ὁ Νίκανδρος ἐνταῦθα. οὐδαμοῦ γὰρ τοῦτο εἶπεν ἐν τοῖς πραττομένοις. Μελισσήεντα δέ φησι τὸν τόπον τοῦ Ἑλικῶνος, ἐν ᾧ εὗρε τὰς Μούσας, ὃς οὕτως ἐκλήθη ἀπὸ Μελισσέως βασιλεύσαντος τοῦ τόπου. περὶ γοῦν τῆς τῶν δακνόντων θηρίων γενέσεως, ὅτι ἐστὶν ἐκ τῶν Τιτάνων τοῦ αἵματος, παρὰ μὲν τῷ Ἡσιόδῳ οὐκ ἔστιν εὑρεῖν. Ἀκουσίλαος δέ φησιν ἐκ τοῦ αἵματος τοῦ Τυφῶνος πάντα τὰ δάκνοντα γενέσθαι. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἐν τῇ τῆς Ἀλεξανδρείας κτίσει ἀπὸ τῶν σταγόνων τοῦ τῆς Γοργόνος αἵματος. ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοί, Φάλαγξ μὲν ἄρσην, θήλεια δὲ Ἀράχνη τοὔνομα καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετά, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
