Ancient Greek
1.125 to 1.137
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.125-137
Not analysed yet
γωλεά: αἱ καταδύσεις αἱ ἐν τοῖς κοίλοις τόποις γινόμεναι οὕτω καλοῦνται. λίπτῃσιν: ἢ ὅτε ἐπιθυμίαν σχοίη νομοῦ, τουτέστι βοσκῆς, ἢ ὁπότε βοσκῆς κεκορεσμένη ἐπὶ τὸ κοιμηθῆναι πορεύηται. [μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις: κατὰ κοινοῦ.] ὅτε δῆγμα πεφυζώς: ὅτε τὸ δῆγμα τῆς θηλείας φεύγων εἰς φυγὴν τράπῃ ἐν τῇ συνουσίᾳ. τότε γὰρ ἀναιρεῖ τὸν ἔχιν ἡ διψάς. περκνός: τοιοῦτος γὰρ ὁ ἄρρην. καὶ τὸ θύῃσι ἀντὶ τοῦ ὁρμᾷ, ἤτοι φεύγει καὶ ἐκκλίνει τὴν τυπὴν καὶ τὴν τύψιν τῆς ἐχίδνης. Ἄλλως. ψολόεντος: τοῦ πυρώδους καὶ τεφρώδους. μετάληψις δὲ τὸ σχῆμα ἀντὶ τοῦ ψολοέσσης ἐχίδνης. δῆγμα δὲ καὶ τυπὴν ἐκ παραλλήλου τὸ αὐτό. Ἡνίκα θορνυμένου: τὸ δὲ θορνυμένου ἀντὶ τοῦ συνφσιαζομένου καὶ μιγνυμένου. θαλερῷ δὲ τῷ σπορίμῳ· στόματι γὰρ συνέχονται αἱ ἔχιδναι· ἢ τῷ ὀλεθρίῳ. θουρὰς δὲ λέγεται ἡ ὁρμητικὴ πρὸς συνουσίαν. ὀδάξ: ἤτοι δηγματικῶς καὶ τμητικῶς συμπλακεῖσα τῷ ἄρρενι. γράφεται δὲ καὶ ἀμύξ ἀντὶ τοῦ οὐ μυκτικῶς ἤτοι κατεξεταστικῶς ἐμφῦσα. οὕτως γὰρ συνουσιάζονται οἱ ἔχεις ταῖς ἐχίδναις, καὶ μετὰ τὸ συνουσιάσαι ἀναιρεῖ τὸν ἄρρενα ἡ θήλεια, τὴν κεφαλὴν ἀποκόπτουσα. τὰ δὲ ἔμβρυα πάλιν τικτόμενα τὴν γαστέρα τρώξαντα τῆς μητρὸς οὕτως ἐξέρχονται θανατοῦντα αὐτὴν, ὡσανεὶ τοῦ πατρὸς ἐκδικοῦντα τὸν θάνατον. μετεκίαθον δὲ ἀντὶ τοῦ μετῆλθον, ἤγουν τὴν λώβην τοῦ ἰδίου πατρὸς ἐξεδίκησαν· ἀνταμύνουσι γὰρ τῷ πατρί. ἀναβρώσαντες: ῥηγνύντες. οἴη γάρ βαρύθει: μόνη γὰρ βαρύνεται ὑπὸ τῷ κύματι τῆς γαστρός, ἐπειδὴ μόνη ἐγκύμων γίνεται, οἱ δὲ ἄλλοι πάντες ὄφεις ὠοτοκοῦσι. ῥικνῆεν δὲ τὸ διερρωγός, τὸ παλαιόν· ἢ τὸ ῥυςσὸν ἢ τὸ τρομερόν. ἀπὸ κοινοῦ δὲ τὸ μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις.