Ancient Greek
1.141 to 1.154
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.141-154
Not analysed yet
κινωπησταῖς: ἁπλῶς τοῖς ὄφεσι καὶ κοινῶς τοῖς ἑρπετοῖς. ὀργίζονται δὲ αὐτοῖς οἱ νεβροτόκοι καὶ ζόρκες, τουτέστιν αὐτοὶ οἱ ἔλαφοι καὶ αἱ ζορκάδες. τρόχμαλα δὲ τοὺς τραχεῖς τόπους καὶ πετρώδεις, ἢ τὰς τρίβους καὶ τὰ ἴχνη, ἢ τὰ εἰκαῖα τῶν ἀγρῶν τειχία. καὶ τὸ ἐρέοντες ἀντὶ τοῦ ζητοῦντες, διώκοντες καὶ ἰχνοσκοποῦντες τοῖς μυκτῆρσι τὰς καταδύσεις. Ὄθρυς: ὄνομα ὄρους Θεσσαλίας, ὅπου ὁ σὴψ νέμεται· πλεονάζει γὰρ ἐκεῖ τὸ θηρίον τοῦτο. δίψιος δὲ ὁ ξηρὸς διὰ τὸ μὴ παρ’ ὑδατώδεσι τόποις φαίνεσθαι, ἀλλ’ ἐν ὀρεινοῖς. ἢ ὁ ποιῶν δίψαν τοῖς δακνομένοις. φοινὰ δάκη: ἤγουν φονευτικὰ θηρία. καὶ τρηχέες ἀγμοί: οἱ τραχεῖς καὶ πετρώδεις τόποι παρὰ τὸ κατάγνυσθαι. καὶ λέπας ἀκρωτήριον. ἀλλόφατον λέγεται, ὅτι μεταβάλλεται εἰς χρώματα πολλά, καὶ πρὸς ὅντινα ἐγγίσῃ τόπον, τούτῳ ἴσον αὐτοῦ τὸ χρῶμα μεταβάλλεται. τὸ δὲ οἰαδόν ἐπιρρηματικῶς εἴρηται. γίνεται γὰρ ἐκ τοῦ οἶος καὶ οἰαδόν ἐπίρρημα. χηραμά: τὰς καταδύσεις. λίθακας τοὺς τραχεῖς τόπους. ἕρμακας δὲ τοὺς ἑρμαίους καὶ λιθώδεις τόπους. ἢ ἕρμακας λίθους σεσωρευμένους εἰς τιμὴν τοῦ Ἑρμοῦ. τρηχεῖς δὲ οἱ ὀρεινοί. πικρότατοι γάρ εἰσι διὰ τὸ πυρῶδες τοῦ δήγματος. καὶ ἔμπυροι οἱ χαλεπώπατοι καὶ φλέγοντες τοῖς ἀλγήμασι τοὺς πληγέντας. [μεταμώνιον: οὐ μάταιον, ἀλλὰ δεινόν, ἐπικίνδυνον G.] ἄλλος δ’ αὖ κόχλοισι: τοῖς κόχλοις τῆς γῆς τὴν δομήν, ἤγουν τὸ σῶμα, ἀφομοιοῦνται. τῆς γῆς δὲ εἶπεν, ἐπεὶ καὶ θαλάσσιοί εἰσιν. γράφεται ἔν τισιν φολίς, ἀπὸ τῶν ἰχθύων μεταφορικῶς. ὁ δὲ λόγος, ἄλλου δὲ ὄφεως ἐγχλωρίζουσα ἡ λεπὶς τὴν ἐπὶ μῆκος τεινομένην σπεῖραν ποικίλην ποιεῖ.