# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.15

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), Edition urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/1.15

Βοιωτῷ: Ὑριεὺς γὰρ ὁ πατὴρ Ὠρίωνος Βοιωτός ἐστιν. Οὐαρίων δέ, ἐπειδὴ ἀπὸ τῶν οὔρων τοῦ Διὸς καὶ Ἀπόλλωνος καὶ Ποσειδῶνος ἐγένετο. ὁ δὲ Ὠρίων οὗτος, ὥς τινές φασι, τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ ἐπηγγείλατο ὡς οὐδὲν τῶν θηρίων φεύξεται αὐτόν, ὑπὸ δὲ τοῦ σκορπίου πληγεὶς ἀπέθανεν. ὁ δὲ Ζεὺς κατηστέρισεν αὐτόν τε καὶ τὸν σκορπίον ἐν τοῖς ἄστροις εἰς σημεῖον τῆς πράξεως αὐτῶν. οἱ δὲ πλείους Ταναγραῖον εἶναί φασι τὸν Ὠρίωνα. Κόριννα δὲ εὐσεβέστατον λέγει αὐτόν, καὶ ἐπελθόντα πολλοὺς τόπους ἡμερῶσαι καὶ καθαρίσαι ἀπὸ θηρίων. Ἡσίοδος δέ φησιν αὐτὸν ἐξ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς εἶναι καὶ Ποσειδῶνος, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι καὶ ἐπὶ τῆς γῆς, ἐλθόντα δὲ εἰς Χίον πρὸς Οἰνοπίωνα Μερόπην τὴν γυναῖκα βιάσασθαι οἰνωθέντα· Οἰνοπίωνα δὲ χαλεπήναντα ἐκτυφλῶσαι τὸν Ὠρίωνα καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον Ἡφαίστῳ συμμῖξαι, ὃς ἐλεήσας αὐτὸν δίδωσιν αὐτῷ Κηδαλίωνα, ἕνα τῶν θεραπόντων, ὃς δὴ ὡδήγησεν αὐτὸν ἐπὶ τὰς ὁδούς. ἐλθὼν δὲ ἐπὶ τὰς ἀνατολὰς καὶ συμμίξας Ἡλίῳ καὶ ὑγιασθεὶς ἀνῆλθεν ἐπὶ τὸν Οἰνοπίωνα. ὁ δὲ Οἰνοπίων ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν εὕρεσιν ᾤχετο εἰς Κρήτην καὶ ἐκυνηγέτει, κἀκεῖσε ὁ σκορπίος πεμφθεὶς ὑπὸ Λητοῦς καὶ Ἀρτέμιδος χολουμένης αὐτῷ ἴσως διὰ τὴν μεγαλαυχίαν ἔπληξε τὸν Ὠρίωνα, καὶ οὕτως ἀπέθανε.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
