Ancient Greek
Edition urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.158
Not analysed yet
τὸ δὲ ἀμυδρόν ὁτὲ μὲν ἀσθενές, ὁτὲ δὲ καὶ εὐκίνητον καὶ χαλεπόν. Δημήτριος δὲ φησιν εἰρῆσθαι ἀμυδρότατον δάκος τὴν ἀσπίδα, καθ’ ὅσον οὐκ ἄγριόν ἐστι καὶ ὀξὺ τὸ ζῷον, ἀλλὰ μόνον τῇ φύσει χαλεπόν. δύναται δὲ κατ’ ἀμφότερα λέγεσθαι, χαλεπὸν μὲν διὰ τὸ ἀνίατον, ἀμυδρὸν δὲ διὰ τὸ νῶκαρ, ὃ καὶ χωρὶς ἀλγημάτων ἀναιρεῖ. Ἄλλως. ἀμυδρόν νῦν τὸ χαλεπὸν λέγεται, ὡς καὶ Ἀρχίλοχος ἀμυδρὰν χοιράδ’ ἐξαλεύμενος ἔστι δὲ καὶ ὅτε εὐκίνητον, ὡς ἐπὶ τῆς ἴκτιδος (Ther. 196) ἀντὶ τοῦ εὐκινήτου. καὶ ὁ αὐτὸς (Ther. 358) ἐπὶ τοῦ χαλεποῦ καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει. Ἄλλως ἀμυδρότατον ἀσθενέστατον, παρόσον ἀσθενοποιός ἐστιν ἡ πληγή.