# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.159-165

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 1.159 to 1.165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/1.159

Κέλευθος ὁμῶς: κατεναντίον τῷ κεράστῃ. ὁ μὲν γὰρ πλαγίως βαδίζει, ἡ δὲ τὸ ἐναντίον. ἡ σύνταξις δέ· ταύτης μὲν γὰρ ἡ ὁδὸς κατεναντίον, οἱονεὶ κατ’ εὐθεῖαν καὶ ὀρθῶς γίνεται τῷ μακρῷ διασπασμῷ καὶ εἱλιγμῷ τῆς γαστρὸς κατὰ τὴν ὁλκαίην ἀτραπόν, οἱονεὶ τὴν ἐπιμήκη. δολιχῷ δὲ μηρύγματι γαστρός, οἱονεὶ τῷ ὁλκῷ ἢ τῷ βαδίσματι καὶ ἐπισπασμῷ ἀπὸ τοῦ μηρύεσθαι. ἀκατάλληλα δὲ τὰ ἔπη· ἔδει γὰρ οὕτως ἀναγινώσκεσθαι· φράζεο δῆτα ἀσπίδα φοινήεσσαν, εἶτα ἣ καὶ σμερδαλέον μέν, εἶτα νωχελὲς ἐξ ὁλκοῖο, εἶτα αἰὲν ἐπιλλίζουσα, εἶτα τῇ μὲν γάρ τε κέλευθος, εἶτα ἀτραπὸν ὁλκαίην. σμερδαλέον: φοβερὸν μὲν καὶ καταπληκτικὸν ἔχει ἀπὸ τῆς ὄψεως, ἄλλως δὲ ἐν τῇ πορείᾳ καὶ τῷ ἑλκυσμῷ τοῦ σώματος νωχελής ἐστι καὶ ὑπνώδης· τὸ γὰρ ὑπναλέοις ἐπιλλίζειν ὄσσοις τοῦτο δηλοῖ, ὅτι συνεχῶς τοῖς ὄμμασιν ἐπινεύουσα φαίνεται. ἀθρήσῃ: αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς ἐπὶ τοῦ ὁρῷ οἷα λέγεις. νωθρὸν δὲ τὸν νωθῆ καὶ νωθείαν ἐμποιοῦντα, τουτέστι νωχελίαν καὶ ἀργίαν.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
