# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.170-179b

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 1.170 to 1.179b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/1.170

Αἰγανέη δὲ τὸ ἀκόντιον ἀπὸ μέρους, τοῦ αἰγείου ἱμάντος, ὃν ἐξαγκυλούμενοι βάλλουσι. λέγει δὲ τοῦ μεσαγκύλου τοῦ ἀναιροῦντος τοὺς θῆρας. εἴρηται δὲ παρὰ τὸ ἄγαν νεῖσθαι. ὀργυι ῇ δὲ μετρητὸν ἀντὶ τοῦ ἴσου καὶ μεμετρημένου ὀργυιᾷ. εἰς ἐνοπήν: τινὲς ἀθετοῦσι τὸν στίχον τοῦτον, ὡς μὴ Νικάνδρου εἶναι. χροιὴ δ’ ἄλλοτε μέν: τὸ δὲ χρῶμα τοῦ γένους τῶν ἀσπίδων τινῶν μὲν ψαφαρόν, ὅ ἐστι λευκὸν ἢ αὐχμηρόν, τινῶν δὲ μειλινόεν, τουτέστι χλωρὸν καὶ μείλινον καὶ ποικίλον καὶ ὠχρότερον, τινῶν δὲ τεφρῶδες καὶ σποδῶδες, ἢ καὶ τῇ ἰλύι τοῦ Νείλου ἐμφερές. αἰθαλόεσσα δὲ ἤτοι πυρώδης καὶ λαμπρά, ἢ ξανθή, ὁμοίως τῷ βώλῳ τῶν Αἰθιόπων μελαινομένη. οἵην τε πολύστονος: ἐπεὶ μετὰ στόνου καὶ ἤχου ῥέει ὁ Νεῖλος. στένειν γὰρ τὸ ἠχεῖν· καὶ Ὅμηρος (Il. B 95) ὑπεστονάχιζε δὲ γαῖα λαῶν ἱζόντων. ἢ καὶ πολύστομος. καὶ ἑπτάστομος γὰρ ὁ Νεῖλος, ὥς φησι καὶ Διονύσιος ὁ περιηγητής (v. 226). πλησάμενος δὲ ἤγουν ἑαυτὸν ἐμπλήσας καὶ πληρώσας. οἵαν ἄσιν, τουτέστι ῥύπον. φησὶ γοῦν, οἷον ῥύπον κατέχεε καὶ κατήγαγεν ὁ Νεῖλος ἑαυτὸν πληρώσας. δοιοὶ δ’ ἐν σκυνίοισιν: τουτέστι περὶ τὰς ὀφρῦς ὑπεράνω τοῦ μετώπου δύο ὑπερφαίνουσι καὶ ἐξέχουσιν οἷα τύλοι· οὐ κέρατα δέ, ἀλλὰ τύλοι καὶ σαρκία τινά. Ἄλλως. ὑπὲρ τοὺς ὀφθαλμοὺς κατὰ τὸν τῶν ὀφρύων τόπον ἐξοχαί τινές εἰσι τύλοις ἐοικυῖαι περὶ τὴν ἀσπίδα, δι’ ἃς ἀγκύλον αὐτῆς φαίνεται τὸ ὄμμα. καὶ ὁ αὐχὴν ἐμπίπλαται φυσῶντος τοῦ θηρίου. τὸ δὲ ποιφύζειν πολλαχῶς λέγεται, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἐκφοβεῖν, ὡς Σώφρων ἐν μίμοις παιδικὰς ποιφύξεις, ποτὲ δὲ ἐπὶ τοῦ πνεῖν, ὡς Εὐφορίων Ζεφύου μέγα ποιφύξαντος. μεταπλασμῷ δὲ πάλιν κέχρηται· ἀντὶ τοῦ ποιφυζούσης εἶπε τῆς ἀσπίδος ποιφύσσοντος, ὡς ὁ αὐτὸς ἐν ἄλλῳ τόπῳ (Ther. 129) εἶπε ψολόεντος ἐχίδνης. Πολλὸν ὑπὸ σπείρης: ἀντὶ τοῦ ἐντὸς τῆς σπείρης. ψαφαρὸς δὲ ἤγουν αὐχμηρὸς ὀγκοῦται ὁ αὐχήν· τοῦτο γὰρ σημαίνει τὸ ἀναπίπλαται.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
