# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.18-30

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 1.18 to 1.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/1.18

τὸ δὲ ὑπὸ λᾶι ἀντὶ τοῦ ὑπὸ λίθῳ, παρόσον ὑποκάτω τῶν λίθων οἱ σκορπίοι κρύπτονται, ὡς Σοφοκλῆς ἐν Αἰ χμαλωτίσιν ἐν παντὶ γάρ τοι σκορπίος φρουρεῖ λίθῳ. τὸ δὲ λοχήσας γράφεται καὶ δοκήσας καὶ τυχήσας καὶ εἰ μὲν δοκήσας, ἐπιτηρήσας· εἰ δὲ λοχήσας, ἐνεδρεύσας· εἰ δὲ τυχήσας, ἀντὶ τοῦ ἐπιτυχών, κύρσας. κυνηλατέοντος δὲ ἀντὶ τοῦ κυ νηγετοῦντος, ὡς Εὐφορίων αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ. ἐρίπνην τὴν ἀκρώρειαν λέγει παρὰ τὸ περιπνέεσθαι, οἷον πολλὰ πνέεσθαι, ἢ τὴν κοιλότητα παρὰ τὸ ἐριπέσθαι, ἤγουν πεσεῖν καὶ κοιλωθῆναι, ὃ καὶ νῦν σημαίνει. Ἄλλως. ἐρίπνη τὸ ῥῆγμα τοῦ ὄρους παρὰ τὸ δοκεῖν ἐριπέσθαι. Αὐτοπόνοιο δὲ τῆς εἰκαίας καὶ αὐτοσχεδίου καὶ εὐτελοῦς χαμαιστρωσίας. παρὰ δὲ Ἀττικοῖς χαμευνάδες λέγονται μικρὰ κλινίδια. τὸ δὲ πυρόεσσαν γράφεται καὶ πνιγόεσσαν, τουτέστι καυστικήν, ἐπεὶ οἱ ἐν ἀκμῇ ὄντες τοῦ καύματος δοκοῦσι πνίγεσθαι. καὶ τὸ ἀκρέσπερος ἤτοι κατὰ τὴν ἀρχὴν τῆς νυκτός, οἷον περὶ ἄκραν ἑσπέραν. κινώπετα δὲ τὰ θηρία τὰ ἐν τῷ πέδῳ κινούμενα, οἷον κινώπεδα ὄντα τινά. δρυμοὺς δὲ τοὺς συμφύτους τόπους· πᾶν γὰρ δένδρον οἱ ἀρχαῖοι δρῦν ἐκάλουν. καὶ λασιῶνας τοὺς δασεῖς τόπους καὶ ὑλώδεις. ἀμορβαίους δὲ χαράδρας τὰς βουκολικὰς ἢ ποιμενικάς, ὅπου οἱ βου κόλοι περιπατοῦσιν. λιστρωτόν: τὸ ὁμαλὸν καὶ ἐξυσμένον. λίστροι γὰρ οἱ ξυστῆρες· καὶ Ὅμηρος (Od. Χ 455) λίστροισιν δάπεδον ἡ δὲ σύνταξις οὕτως, καὶ περὶ τὸν λιστρωτὸν τόπον τῆς ἁλωνίας, καὶ ὅπου βοτάνη κυοῦσα καὶ θάλλουσα, οἷον τικτομένη καὶ αὐξομένη. ἰάμνους δὲ τὰς ἰαμενάς, οἷον τοὺς συμφύτους τόπους.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
