Ancient Greek
1.33 to 1.40
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.33-40
Not analysed yet
μαλάθρου: ὁ χυλὸς τοῦ μαλάθρου ὀξυδορκίαν παρέχει, ὅθεν καὶ οἱ δράκοντες περιχρίουσιν ἑαυτῶν τὴν οὐράν. θιβρὴν δὲ τὴν θερμὴν καὶ ὀξεῖαν διὰ τὰς ἐξ αὐτῆς γινομένας φλεγμονάς· Καλλίμαχος θιβρῆς Κύπριδος ἁρμονίης· Εὐφορίων δέ θιβρήν τε Σεμίραμιν. ἐγγαγίδα δὲ πέτρην τὴν γαγῖτιν λίθον· ἐν Γάγαις γὰρ τῆς Λυκίας εὑρίσκεται ἡ γάγις. Ἡ γὰρ Γαγὶς πόλις τῆς Λυκίας, ἔνθα ὁ λίθος οὗτος εὑρίσκεται· γίνεται δὲ παρὰ τοῖς αἰγιαλοῖς μέλας τε καὶ χλωρός. Ταύτης δὲ τῆς λίθου τὸ πῦρ οὐχ ἅπτεται, ἀλλὰ μόνον καιομένη ἀσφαλτώδη ἔχει ἀποφορὰν καὶ ὀσμήν, ὑφ’ ἧς οἱ δράκοντες ἀποτρέπονται. ἐν δὲ πολυσχιδέος βλήτρου: διότι εἰς πολλὰ ἔσχισται τὰ φύλλα αὐτοῦ. βλῆτρος δέ ἐστιν ἡ λεγομένη πτέρις, ἤγουν τὸ βλάχνον. ἔστι δὲ δριμεῖα καὶ δηκτική, διὸ καὶ τὰς πλατείας ἕλμινθας ἐκβάλλει καὶ ἀποσύρει μετὰ πολλῆς καθάρσεως χολώδους βίᾳ. καχρυόεσσαν δὲ τὴν λιβανωτίδα λέγει, ὅτι ἡ ῥίζα αὐτῆς κριθῆς ῥίζῃ παρέοικε. περιθαλπέα δὲ τὴν θερμὴν ἢ περιθάλπουσαν. ἡ δὲ κάχρυς πυρώδης καὶ τραχεῖα καὶ τὴν ἀρτηρίαν ἀναχαράσσει καὶ τὴν γεῦσιν ἐκκαίει οὐχ ἧττον πεπέρεως.