Ancient Greek
1.5 to 1.7
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.5-7
Not analysed yet
βουκαῖος: ἢ θεριστής, ἢ βουκόλος ὁ ζεύγεσι βοῶν ἑπόμενος, ἢ γεηπόνος ἁπλῶς. ἀλέγοι δὲ ἐν φροντίδι σχοίη καὶ τιμήσειε. ὀροιτύπος δὲ ὑλοτόμος. καὶ ὕλην τὸν σύνδενδρον τόπον. ἐπίλοιγον δὲ ὀδόντα τὸν θανάσιμον, ἢ ἔπι λοιγόν, ἵν’ ᾖ ἐπιβάλῃ τὸν λοιγὸν ὀδόντα. περιφρασθέντος δὲ ἐγνωκότος, μεμαθηκότος. ἀπὸ αἰτιατικῆς δὲ μετέβη εἰς γενικήν, σὲ δ’ ἂν πολύεργος τοῖα περιφρασθέντος, κατὰ διάλλαξιν τῆς φράσεως.