Ancient Greek
Edition urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.52
Not analysed yet
Χαλβάνη: τὴν χαλβάνην ὁ Διοσκορίδης (III 97) φησὶν ὀπὸν εἶναι νάρθηκος Συριακοῦ, ὁ δὲ Θεόφραστος (hist. plant. VIIII 9, 2) βέλτιον ὀπὸν πανάκους. ἄκνηστις δὲ οἱονεὶ πολύκνηστις, ὥσπερ καὶ τὸ ἄξυλος ὕλη ἡ πολύξυλος. τὴν δὲ ἄκνηστιν οἱ μὲν τὴν κνίδην ἢ ἀκαλήφην, οἱ δὲ τὴν σκίλλαν φασίν. ὁ μὲν Τυραννίων τὴν σκίλλαν, Ἀπολλώνιος δὲ ὁ Μεμφίτης τὸ κνέωρον, ὃ δή τινες κνῆστρον καλοῦσι. τὸ δὲ ἑξῆς ἐν ὑπερβατῷ· καὶ ἡ ὑπὸ τοῖς πολυοδοῦσι γενείοις τῶν πριόνων τεμνομένη κέδρος, ἀντὶ τοῦ τὸ πρῖσμα τῆς κέδρου, ἀποτρεπτικὴν ὀδμὴν τῶν δακέτων ἐμποιεῖ. οἱ δὲ πλεῖστοι τῶν ἐξηγησαμένων ἁπλῶς τὸ ξύλον τῆς κέδρου, διὸ καὶ τὰ ἑρπετὰ ψυχρὰ ὄντα οὐ φέρει ἡ κέδρος καὶ τὸ ξηραντικὸν ἔχει· διὸ καὶ τοὺς νεκροὺς ἀσήπτους ποιεῖ τὸ νοτερὸν καὶ ῥευστικὸν ἐκπιοῦσα, ὅθεν καὶ νεκρῶν ζωὴν ἔνιοι αὐτὴν ἐκάλεσαν. οἱ δὲ ὄφεις δέονται τῶν χαλώντων.