# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.53-65b

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 1.53 to 1.65b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/1.53

τὸ δὲ καταψηχθεῖσα ἀντὶ τοῦ διαιρεθεῖσά ἐστι. ψώχειν γὰρ καὶ ψήχειν ἐστὶ τὸ διαιρεῖν. ἢ κατακνηθεῖσα, οἷον καταπρισθεῖσα. χηραμὰ δὲ τὰ κοιλώματα παρὰ τὸ χεῖσθαι καὶ χαίρειν ἐν αὐτοῖς. εἰ δὲ τὰ μὲν καματοῦ ἐπιδεύεται: ὁ κόπος. εἰ δὲ κόπος ἐστὶν εὑρεῖν τὰς βοτάνας ταύτας. πολυρραγέος δὲ τοῦ πολλὰς ῥεύσεις ἔχοντος ἢ τοῦ βιαίου καὶ πάντα ῥήσσοντος διὰ τὸ ῥαγδαῖον. ὑδρηλὴν δὲ εἶπεν, ἐπειδή ἐστι καὶ ὀρεινὴ πόα. διαστέλλει δὲ τὸ εἶδος. τινὲς δὲ ἀγρίαν γλήχωνα αὐτὴν καλοῦσι. πάντα δὲ τὰ εἰρημένα βαρύοδμα καὶ θερμὰ καὶ θεραπεύει. ἡ δὲ καλάμινθος ἐν ὀρρῷ γάλακτος πινομένη ἐλεφαντίασιν καὶ χοιράδας καταπλαττομένη ἰᾶται. μετὰ οἴνου δοθεῖσα ἴκτερον παύει. χαιτήεσσαν: εἰ μὲν διὰ τοῦ χ, τὴν δασεῖαν καὶ κομῶσαν τοῖς φύλλοις· κόμη γὰρ τῶν βοτανῶν τὰ φύλλα. ὡς αἱ τρίχες τῶν ἀνθρώπων. εἰ δὲ διὰ τοῦ κ, τὴν μεγάλην καὶ ὑψηλήν, ὡς κῆτος, οἷον κητώεσσαν οὖσαν. ἀγραύλοισιν: ἤτοι τοῖς λαμπροῖς κατὰ μετάθεσιν τῶν στοιχείων, οἷον ἀγλαύροις, τοῖς καλοῖς· ἢ καὶ τοῖς ἀγλαὰς αὔρας ἔχουσιν· ἢ τοῖς διαλελυμένοις καὶ τρυφεροῖς. λύγος δέ ἐστιν εἶδος φυτοῦ ἔχον κλάδους πέντε. ἢ πολιὸν βαρύοδμον: καὶ γὰρ τὸ πολιόν ἐστιν εἶδος βοτάνης. τονοῦται δὲ καὶ πόλιον καὶ πολιόν. ἄμεινον δὲ τὸ πόλιον, ἵνα μὴ ἦ ὡς ἐπίθετον. οὐκ ἔστι δὲ ἡ λιβανωτίς, ἀλλ’ ἔχει πέτηλον μὲν θύμου μαλακώτερον καὶ δασύτερον, μέγεθος δὲ οἷον ῥάβδους ἀπὸ ῥίζης πολλὰς ἀναδίδωσιν, ἡ δὲ ῥίζα ξυλώδης. πάντα δὲ ταῦτα βαρύοδμα. ἐχίειον δέ· τὸ ἐχίειον ὅμοιον τῷ πολίῳ τὴν χροιάν ἐστιν, ἀφομοιοῦται δὲ πρὸς τὸν ἔχιν. τινὲς δὲ λέγουσιν αὐτὸ φύλλα ἔχειν ὅμοια ἔχιος κεφαλῇ, διὸ οὕτως ὠνομάσθη. δύο δὲ ταύτης γένη, τὸ μὲν ὤκιμον, τὸ δὲ ἐχίειον, ὅπερ τραχύτερόν ἐστιν. ὀριγανόεσσά τε: τὸ δὲ ὀριγάνου γάλα μετὰ οἴνου πινόμενον ἀδήκτους φυλάττει τοὺς πίνοντας.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
