Ancient Greek
1.96 to 1.97
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.96-97
Not analysed yet
Τέρσαι ὑπὸ σκιόεντι: ξήραινέ φησιν, ἐν σκιώδει καὶ ἀνεμώδει τόπῳ μὴ γὰρ ἐν ἡλίῳ, ἵνα μὴ ἡ ὑγρότης αὐτῶν ξηρανθῇ ὑπὸ τοῦ ἡλίου καὶ ἀνενέργητα ποιήσῃς αὐτά. αὖα δ’ ἐν ὄλπῃ: σκιόψυκτα δὲ ὄντα καὶ ξηρὰ θρύπτε αὐτὰ ἐν ληκύθῳ, καὶ οὕτως ἀλείφου, ὅτε χρεία καλέσει.