Ancient Greek
180b.199 to 180b.214
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.199-214
Not analysed yet
τιθαιβώσσουσι: κυρίως μὲν ἐπὶ μελισσῶν τοῦτο εἴρηται παρὰ τὸ τὴν βῶσιν τιθέναι· ἀλλ’ ομως κατεχρήσατο τούτῳ καὶ ἐνταῦθα; Ἄλλως. κυρίως τρέφειν παρὰ τὸ τυτθὰ βόσκειν ἢ τρέφειν. Ἰάμνους δὲ τὰς ἰαμενάς. καὶ θρυόεντας τοὺς θρυώδεις· θρύον δὲ εἶδος πόας· (Hom. II. Φ 351) ἰδὲ θρύον ἠδὲ κύπειρον. εἱλικοέσσαις: ἑλικοέσσαις, ἤτοι ταῖς σπειρώδεσιν ἢ ἐπιμήκεσι. [ποταμόνδε: ὁ ἰχνεύμων κώλοις, ἤτοι τοῖς ποσίν, ἔτυψε, ἔπληξε G]. τάρταρον δὲ τὸν βυθὸν ἐνθάδε εἴρηκε θηλυκῶς. καὶ ἰλυόεσσαν δὲ τὴν ἰλυώδη καὶ βορβορώδη. λιχμήρεος δὲ τουτέστι τοῦ προβάλλοντος τὴν γλῶσσαν ἐν τῷ λιχμάζειν. προβάλλουσι καὶ γὰρ οἱ ὄφεις τὰς γλώσας μέλλοντες λείχειν. βρυόεντος δὲ τοῦ βρυώδους καὶ βοτανώδους τόπου. καὶ γὰρ τὸ βρύον βοτάνη ἐστίν, ἧς τὸ φύλλον ἔοικε πράσῳ. πολυδερκέα: ἤτοι τὴν κατὰ πολλοὺς τρόπους ὁρωμένην κατὰ τὸν πολύποδα. ἢ πολυδευκέα, πικράν. ἤτοι ἀν’ Εὐρώπην μέν: οὐχ ὅμοια τῶν δύο γαιῶν. αἱ γὰρ διάφοροι γαῖαι διάφορα τῶν ἑρπετῶν ἐκβάλλουσι. κεραοὶ δὲ τουτέστι κέρατα οὐκ ἔχουσιν, ἀλλ’ ἐξοχὰς ὑπὲρ τοὺς ῥώθωνας. ἀργίλιπες δὲ ἤτοι ἔκλευκοι, ὡς Ἀρχίλοχος ἀργιλιπὴς δὲ Φᾶσις. οἱ μὲν ὑπὸ Σκείρωνος: Σκείρων μὲν ὄρος μεταξὺ Μεγαρέων καὶ Κορινθίων κείμενον, ὅπερ τινὲς Σκειρωνίδα πέτραν καλοῦσι Παμβώνια δὲ ὄρη τῆς Μεγαρικῆς, ὡς αὐτὸς ἐν τρίτῳ τῶν Θηβαικῶν, τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.