# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.219-231

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.219 to 180b.231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.219

τῶν ἤτοι βρεχμοὶ μέν: τὸ μὲν βρέχμα, ὅ ἐστι τὸ κρανίον, πλατύ ἐστιν· ὑπὲρ δὲ τὸ ἄκρον ὁλκαῖον ἡ σπεῖρα κολοβὴν οὐρὰν εἱλίσσεται, τουτέστιν ὑπὲρ δὲ τούτων μῆκος ἢ τὸ ἄκρον σῶμα. ὁλκαῖον γὰρ τὸ μῆκος. ἡ δὲ ὑπέρ πρόθεσις ἀντὶ τῆς περί, ἵν’ ᾖ ὅτι περὶ τὸ ἄκρον σῶμα ἡ σπεῖρα κολοβὴν ἑλίσσει οὐράν. τὸ γὰρ ἑλίσσεται ἀντὶ τοῦ ἑλίσσει καὶ συνέχει. ἢ ὅτι περὶ τὸ ἄκρον ἕλκυσμα τῆς σπείρας, τουτέστι τοῦ σώματος, κολοβὴν ἔχει τὴν οὐρὰν ἡ θήλεια. πᾶς δέ τοι ὀξυκάρηνος: ὁ ἄρσην, ὁ ἔχις· ἔχιδνα δὲ ἡ θήλεια. εἰπὼν οὖν ὅτι ἡ θήλεια πλατὺ ἔχει τὸ βρέγμα, τὸν ἄρσενα ὀξυκέφαλον εἶπεν· ἐν τούτῳ δὲ τὸν αὐτὸν ἄρρενα καὶ θήλειαν. ἀκιδνότερος δέ, ὥστε ἄνω μὲν μείζονα καὶ ἐπισημότερον εἶναι καὶ τὸν μέγαν καὶ τὸν ἥσσονα· ἀπὸ δὲ τῆς κοιλίας ἀκιδνότερος καταστρέφει εἰς τὸ ἀσθενέστερον καὶ οὐχ ὅμοιον τοῖς ἄνω μέρεσι. πεδανὴ δὲ ἀσθενής. ὁμοίως καὶ φολίδα μικροτέραν καὶ ἀσημοτέραν ὑπερβεβηκυῖαν ἔχει. ἡ δὲ ὁλκὴ ὑποτετάνυσται. Ἄλλως. ἡ δὲ μύουρος: οὐρὰ ἐπὶ τῇ ὁλκῇ τετάνυσται. πεδανή: ταπεινή, νῦν δὲ μικρὰ καὶ ὀλίγον στενουμένη Ἴσως μὲν πεδανή: ἐξ ἴσου δὲ ταπεινὴ ὑπὸ τοῖς πέρασι τοῦ δολιχοῦ ὁλκοῦ. τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ἐξ ἴσου τῇ γαστρί. Ἄλλως. τὸ ἐπάνω τῆς οὐρᾶς μέρος πολλὰς καὶ λαμπρὰς ἔχει φολίδας· τὸ δὲ ὑποκάτω τῆς οὐρᾶς οὐχ οὕτως ἔχει. τετρυμμένη δὲ ἰσχνή, ἤτοι κατεξηραμένη, φρίσσουσα ἢ πεπυκνωμένη. Γλήνεα φοινίσσει: ἤτοι αἱματώδεις ἔχει τοὺς ὀφθαλμούς. τεθοωμένος: ἤγουν παρωξυμένος, τεταραγμένος. καὶ τὸ δικρῇ δὲ ἀντὶ τοῦ διστόμῳ. δύο γὰρ τρήματα ὡς γλῶσσα. σκωλύπτεται οὐρήν: τουτέστι σκολιῶς κινεῖται ἢ τραχύνεται, ἅπτεται. γράφεται καὶ σκωλύνεται ἢ σκωλύπεται, εἱλιγμένην ἔχει καὶ σκολιὰν καὶ οὐκ εὐθεῖαν τὴν οὐράν. κωκυτὸν δέ: καὶ γὰρ ἀθετεῖται ὁ στίχος οὗτος ὡς υπόβολιμαῖος. κυνόδοντες δὲ δύω, ἐπειδὴ δύο μόνοι εἰσὶν ἰοβόλοι τῶν ἀρρένων ὀδόντες, πολλοὶ δὲ τῶν θηλειῶν.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
