Ancient Greek
180b.233 to 180b.237
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.233-237
Not analysed yet
[οὔλῳ· ὅλῳ ἢ ὀλεθρίῳ καὶ ὀλοῷ G.] εὐρυνθέντας: χωρογραφηθέντας τοὺς ὀδόντας καὶ εὐρέας γινομένους. χαλινοὺς γὰρ τοὺς ὀδόντας φησί. πολλάκι μὲν χλοάουσα ἀντὶ τοῦ χλωρή. μεταπεποίηται δὲ ἐκ τῶν Νουμηνίου οὕτως, ὑπόχλωρόν γε μὲν ἕλκος κυκλαίνει. τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος. Ἄλλως. Διογενιανὸς χλοάζειν ἢ καλῶς αὔξεσθαι ἢ βλαστάνειν. Θέων δὲ ἐν ὑπομνήματι χλοάζουσα, οἰδοῦσα. κατὰ πλέον δὲ τίθεται τὸ χλοάζειν.