# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.289-302

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.289 to 180b.302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.289

Πεδανὴ δέ οἱ οὐρή: καὶ γὰρ πεδανὴ λέγεται ἡ λεπτὴ οὐρὰ καὶ συνεστραμμένη. Ἄξυλος δὲ ἱστορεῖ ὅτι καὶ κέρατα ἔχει. αἰθὸς δὲ ἤτοι κεκαυμένος ἢ σποδώδης ἢ διάπυρος ἢ αἰθαλώδης. καὶ τὸ ἐσφήκωται ἀντὶ τοῦ συνῆκται, ἔσφιγκται, πέπλεκται. κατομφάλιος: ἀπὸ τοῦ ὀμφαλοῦ στενή ἐστιν ἡ οὐρά. ὑπὲρ νιφόεντα: ψύχει φονεύοντα. ἐν δὲ τῇ συντάξει ὁ στίχος οὗτος μετὰ τοῦ ἀπ’ αὐτοῦ συμπλέκεται, καί ἐστιν ἡ σύνταξις οὕτως, τοῦ μὲν ὑπὲρ νιφόεντα φάη κέρατα δοιὰ μετώπω ἔγκειται, τουτέστι τούτου μὲν ὑπὲρ τὰ κρυμώδη ὄμματα, ἤγουν ὑπεράνω αὐτῶν, κέρατα δύο ἐν τῷ μετώπῳ ἔγκειται. νιφόεντα δὲ ψυχρά. κοινῶς δὲ πάντα τὰ ἑρπετὰ ψυχρά ἐστιν. πάρνοψι δὲ ταῖς ἀκρίσιν. ἢ τὰς λογάδας προσεικής, ἤγουν ὅμοιος τῷ λευκῷ τῶν ὀφθαλμῶν. λαμυρὸν δὲ ἤτοι λάβρον ἢ ταραχῶδες ἢ ἀκίνητον. δοχμὰ δ’ ἐπισκάζων: ἤτοι πλάγιός, φησιν, πορεύεται προβάλλων τὴν κοιλίαν καὶ ταῖς φολίσιν ὑποτρίβων τὴν γῆν. βαιὸν δὲ πλόον νῦν τὴν ὁδόν, τὴν πεζὴν πορείαν. οὕτω γὰρ καὶ Ἀντίμαχος εἶπε τοῖσι δ’ ἂν ὑλήεντα διὰ πλόον ἐρχομένοισιν. καὶ Ἀριστοφάνης ἐν τῷ Γήρᾳ γυναῖκα ποιήσας ἐπὶ ζεύγους ὄνων ὀχουμένην παρεισάγει τινὰ ἐρῶντα αὐτῆς, ἣ καὶ ἐρεθίζουσά φησι πρὸς αὐτὸν ἀποπλευστέον ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι σήμερον. φολίσιν δὲ καὶ οἴμῳ: τῇ βαδίσει. γράφεται καὶ ὁλκῷ, τουτέστιν τῷ σώματι. ὑποψοφέων: μεταφορικῶς· ἡρέμα ἕρπει προσπταίων, τουτέστι τραχύνεται τῇ φολίδι ἡ γαστήρ, καὶ παρασύρων προστρίβεται τῇ γῇ καὶ ὑποψοφεῖ, οἷα χύσιν καλάμης διέρπων, τουτέστιν ὡσεὶ καλάμους διέρπων, ἤγουν βαδίζων. γαστὴρ δ’ ὑδατόεσσα: ἀντὶ τοῦ πολλὰ ὕδατα πίνει ὁ δηχθείς, ἡ δὲ ὑδατώδης αὐτοῦ γαστὴρ σκαίρει καὶ πηδᾷ. τοῦτο γὰρ τὸ πιδύεται. κυρίως δὲ τὸ πίνειν, ἐξ οὗ καὶ τὸ πῖδαξ ἡ πηγή. πεφορυγμένον δὲ ἤγουν μεμολυσμένον, ὅ ἐστιν ἀναμεμιγμένον καὶ σνγκεκραμένον τῷ χολώδει ἰῷ

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
