Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.322a
Not analysed yet
ἔμπλην ἄμμορον: παρὰ Ἀρχιλόχῳ ἔμπλην ἐμοῦ τε καὶ φίλου καὶ τὰ ἑξῆς· τὸ δὲ πλησίον παρὰ τῷ ποιητῇ (II. Β. 526) Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο. ἐνταῦθα δὲ ἐπὶ τοῦ χωρίς τακτέον. οὐ γὰρ τῷ ἐναντίως πορεύεσθαι διαλλάσσει ἐκείνων μόνον, ἀλλὰ καὶ τῷ κέρατα μὴ ἔχειν, τῶν προειρημένων ἐχόντων. Ἄλλως. τὸ σῶμα αὐτοῦ ἄμοιρον τῶν κεράτων. ἐκ παραλλήλου οὖν τὸ αὐτό φησι καὶ τὸ ἔμπλην, ἤγουν τὸ χωρίς, καὶ τὸ ἄμοιρον.