Ancient Greek
180b.351 to 180b.368b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.351-368b
Not analysed yet
ὁλκήρεα δὲ θῆρα τὸν ὁλκὴν ἔχοντα, ἤγουν ἐπιμήκη. ἄφρονα τὸν ὄνον λέγει ἐκ τοιαύτης περιπετείας. δῶρον δὲ τὴν νεότητα, ἣν ἐπ’ ὄνου ἔφερον μὴ δυνάμενοι αὐτὴν βαστάσαι διὰ τὸ ὀκνηρόν. γηραλέον δὲ φλόον τὸ σύφαρ λέγει. διὰ δὴ τὸν προκείμενον λόγον τὰ μὲν ἑρπετὰ τὸ γῆρας ἀποβάλλει καὶ ἀεὶ σχεδὸν ἐν νεότητι διατελεῖ, οἱ δὲ ἄνθρωποι γηρῶντες φθείρονται. νοῦσον δ’ ἀργαλέην: τὴν δίψαν φησί, ὡς πολλάκις, ἢ τὸ νωθὲς καὶ βραδὺ τοῦ ὄνου τοῦ βρωμήτορος, ἤγουν τοῦ ὀγκηστικοῦ παρὰ τὸ βρωμᾶσθαι. νῦν δ’ ἄγε χερσύδροιο: ὁ πρότερον ὕδρος καλούμενος, ὃς ὕστερον χέρσυδρος διὰ τὴν προειρημένην αἰτίαν ἐκλήθη. ἰσαίας: ἴσας, ὁμοίας καὶ ὅτι κατὰ μέγεθος ἴσαι εἰσὶν ὅ τε χέρσυδρος καὶ ἡ ἀσπίς. σήμαθ’ ὁμαρτεῖ σημεῖά, φησι, χαλεπὰ τοῖς δηχθεῖσιν ἀκολουθεῖ, ἃ ἐν τοῖς ἑξῆς εἰρήσεται. πᾶσα γάρ: πᾶσα ἢ περὶ τὴν σάρκα ῥινός, τουτέστιν ἡ δορά, δυσώδης ἀναδιδομένη καὶ ἀναπλουμένη, μυσαχθὴς οὖσα καὶ δυσώδης. μυδόεν τεκμήρατο νύγμα: γράφεται καὶ δῆγμα· τὸ γὰρ μυδόεν, ὅ ἐστι δίυγρον, ἐποίησε τὸ δῆγμα καὶ σεσηπός. Ἄλλως. ῥινὸς περὶ σάρκα ἤτοι περὶ τὴν σάρκα ἡ ῥινὸς μυσαχθής, ἀντὶ τοῦ δυσαχθὴς καὶ μυσαρά, ἤτοι ὅτι τοῦ δηθέντος ἡ σὰρξ γίνεται πάνυ δυσώδης. πιτνομένη δὲ ἀντὶ τοῦ ἐκτεινομένη ἢ ἐξαπλουμένη ἢ ῥηγνυομένη καὶ ἐκ τούτου ἀλγήματα παρέχουσα. νειόθι ἀντὶ τοῦ κάτωθεν, ὡς ἀπὸ σηπεδόνος ὑδατῶδες καὶ δίυγρον ἐποίησε τὸ δῆγμα. Βροχθώδεϊ: ἢ ἀνύδρῳ ἢ ξηρᾷ· ἔνθεν καὶ βρόχθος. ἢ κοίλῃ ἢ ὀλίγον ὕδωρ ἐχούσῃ. ἄσπειστον δὲ ἤτοι χαλεπὸν καὶ ἂσπονδον καὶ ἂστοργον παρὰ τὸ μὴ σπείσασθαι φιλίαν πρὸς ἀλλήλους. καὶ σείριος νῦν ὁ ἥλιος, αντὶ τοῦ ἕως ἂν ξηραίνῃ ὁ ἥλιος. τρύγη δ’ ἐνὶ πυθμένι λίμνης: ἵνα ᾖ ἐλλεῖπον τὸ μίμνειν. καὶ γίνεται ἀντὶ τοῦ τρυγητοῦ, τουτέστιν ἡ ξηρασία τῆς λίμνης.