# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.377

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), Section 180b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.377

βατῆρα δὲ τὴν βακτηρίαν κατὰ ἀφαίρεσιν τοῦ κ. καὶ Ἡρώδης ὁμοίως ὁ ἡμιαμβικὸς ἐν τῷ ἐπιγραφομένῳ Ὕπνῳ φεύγωμεν ἐκ προσώπου μή σ’ ἐκπερῶν ὁ πρέσβυς οὐλῇ κατ’ εὐθὺ* βατηρίῃ καλύψῃ. ἡ δὲ σύνταξις οὕτως, κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο οἷά τινα βακτηρίαν, τουτέστι τοσοῦτον τῷ μήκει ῥάδικα ὅσον βακτηρίαν. τινές φασιν οἷον βοτῆρα, τουτέστι ποιμένα, ῥάβδον μεθ′ ἧς βόσκουσι. Δημήτριος δὲ ὁ Χλωρὸς βοτῆρα γράφει τὴν βακτηρίαν, ἐπεὶ τὰ βοτὰ ἐλαύνει. Ἀντίγονος δὲ καὶ βατῆρα. ὅτι δέ, φησιν, ἐκδείραντες τὴν ἀμφίσβαιναν τιθέασιν ἐν ῥάβδῳ τὸ δέρμα αὐτῆς, ὅταν ἐξέρχωνται ἐπὶ ἔργον, ἐν ἐκείνῳ διατρίβουσι τὰς χεῖρας καὶ θερμαίνονται. φασὶ δὲ μήτε ξύλῳ μήτε ἑτέρῳ τινὶ ἀναιρεῖσθαι τὸ ζῷον εἰ μὴ ἀμπέλῳ. Νίκανδρος δὲ ἐν τῷ Ὀφιακῷ φησι Διόνυσον ἐμμανῆ γενόμενον ὑπὸ τῆς Ἥρας ὑπνῶσαι, τὴν δὲ ἀμφίσβαιναν πεδῆσαι αὐτοῦ τὰ σκέλη· τὸν δὲ ἀναστάντα καὶ πλήξαντα τῷ κλήματι ἀποκτεῖναι· ὅθεν καὶ ἔκπαλαι καὶ νῦν κλήματι τελευτᾷ.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
