# Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.486-499

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), 180b.486 to 180b.499. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-nicandrum/scholia-et-glossae-in-nicandri-theriaca-scholia-vetera-et-recentiora/180b.486

Θεράπναις: ἤγουν ταῖς θεραπαίναις ἢ τόποις πρὸς ξενίαν ἐπιτηδείοις. τὸ δὲ Ἀχαίη Δημήτηρ ἢ διὰ τὸ ἄχος καὶ τὴν λύπην τῆς θυγατρός, ἢ διὰ τὸν τῶν κυμβάλων ἦχον. οὓς ἔλοπας: τουτέστιν ἀσθενεῖς ὄφεις. ἀπὸ γένους εἰς γένος ἄγει, οὕσπερ καλοῦσιν ἀπὸ τῆς χροιᾶς ἀμμώδεις καὶ μυοθήρας καὶ ἔλοπας. Λίβυας δὲ καλεῖ τοὺς ἀμμοδύτας· πολλοὶ γὰρ ἐν Λιβύῃ τοιοῦτοι τυγχάνουσι· πολυστεφέας δὲ τοὺς πολλοὺς στεφάνους ἔχοντας καὶ γραμμάς· μυάγρους δὲ τοὺς μυόθηρας, οἳ καλοῦνται καὶ ὀροφίαι. ἀκοντίαι: οὕτως διατρέχοντες κατὰ τὰ ἀκόντια. ἄλλα δὲ ζῷά εἰσιν οἱ ἀκοντίαι ὥσπερ τὰ ἀκόντια ὁρμῶντες. ἐπὶ τούτοις δὲ οἱ τυφλῶπες, τουτέστιν οἱ καλούμενοι τυφλῖνοι ἤ, ὡς Ἀπολλοφάνης, ὄφεις εἰσίν. οὗτοι δὲ καὶ πατούμενοι ἠρεμοῦσι. θρόνα δὲ τὰς ἀντιπαθεῖς βοτάνας λέγει. τὸ δὲ διείσομαι ἀντὶ τοῦ διηγήσομαι. διαμπερέως: ἤγουν ἀκριβῶς, συντόμως. οἷσιν ἀρήγων: τουτέστιν οἷστισι θρόνοις καὶ φαρμάκοις βοηθῶν τὴν κατεπείγουσάν σε καὶ καταπονοῦσαν τῆς νόσου ἀνίαν θεραπεύσειας. ἀλθήσῃ γὰρ λέγει ἀντὶ τοῦ θεραπεύσειας. τὰς μέν: τὰς μὲν οὖν βοτάνας. ἔτι κλύζοντι: τῷ αἵματι ἢ τῷ θανάτῳ παρὰ τῷ ἄλγει καὶ τῇ ὀδύνῃ. νεόκμητα δὲ ἤγουν νεοθαλῆ ἢ νεωστὶ τμηθέντα ἐν τόπῳ ὅπου οἱ κνῶπες. κνῶπες δέ ἐστιν εἶδὸς ζῴων θηριωδῶν.

---

Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora), ed. Otto Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5031.tlg001.local001/.
